8.4
ταῦτα λέγοντι Παυλίνῳ Μάριος Κέλσος ἐγένετο σύμψηφος. Ἄννιος δὲ Γάλλος οὐ παρῆν μέν, ἀλλʼ ἐθεραπεύετο πεπτωκὼς ἀφʼ ἵππου, γράψαντος δὲ Ὄθωνος αὐτῷ συνεβούλευσε μὴ σπεύδειν, ἀλλὰ τὴν ἐκ Μυσίας περιμένειν δύναμιν ἤδη καθʼ ὁδὸν οὖσαν. οὐ μὴν ἐπείθετο τούτοις, ἀλλὰ ἐκράτησαν οἱ πρὸς τὴν μάχην παρορμῶντες.
9.1
αἰτίαι δὲ πλείονες ἄλλαι ὑπʼ ἄλλων λέγονται προδήλως δὲ οἱ στρατηγικοὶ προσαγορευόμενοι καὶ τάξιν ἔχοντες δορυφόρων, τότε μᾶλλον ἀληθινῆς γευόμενοι στρατείας καὶ τὰς ἐν Ῥώμῃ διατριβὰς καὶ διαίτας ἀπολέμους καὶ πανηγυρικὰς ποθοῦντες, οὐκ ἦσαν καθεκτοὶ σπεύδοντες ἐπὶ τὴν μάχην, ὡς εὐθὺς ἐξ ἐπιδρομῆς ἀναρπασόμενοι τούς ἐναντίους.
9.2
δοκεῖ δὲ μηδὲ αὐτὸς Ὄθων ἐξαναφέρειν ἔτι πρὸς τὴν ἀδηλότητα μηδὲ ὑπομένειν ἀηθείᾳ καὶ μαλακότητι τούς περὶ τῶν δεινῶν λογισμούς, ἐκπονούμενος δὲ ταῖς φροντίσι σπεύδειν ἐγκαλυψάμενος, ὥσπερ ἀπὸ κρημνοῦ, μεθεῖναι τὰ πράγματα πρὸς τὸ συντυχόν.
9.3
καὶ τοῦτο μὲν διηγεῖτο Σεκοῦνδος ὁ ῥήτωρ ἐπὶ τῶν ἐπιστολῶν γενόμενος τοῦ Ὄθωνος. ἑτέρων δὲ ἦν ἀκούειν ὅτι τοῖς στρατεύμασιν ἀμφοτέροις παρίσταντο ὁρμαὶ πολλαὶ ὡς εἰς ταὐτὸ συνελθεῖν καὶ μάλιστα μὲν αὐτοὺς ὁμοφρονήσαντας ἐκ τῶν παρόντων ἡγεμονικῶν ἑλέσθαι τὸν ἄριστον, εἰ δὲ μή, τὴν σύγκλητον ὁμοῦ καθίσαντας ἐφεῖναι τὴν αἵρεσιν ἐκείνῃ τοῦ αὐτοκράτορος.
9.4
καὶ οὐκ ἀπεικός ἐστι, μηδετέρου τότε τῶν προσαγορευομένων αὐτοκρατόρων εὐδοκιμοῦντος, ἐπιπίπτειν τοιούτους διαλογισμοὺς τοῖς γνησίοις καὶ διαπόνοις καὶ σωφρονοῦσι τῶν στρατιωτῶν, ὡς ἔχθιστον εἴη καὶ δεινόν, ἃ πάλαι διὰ Σύλλαν καὶ Μάριον, εἶτα Καίσαρα καὶ Πομπήϊον ᾠκτείροντο δρῶντες ἀλλήλους καὶ πάσχοντες οἱ πολῖται, ταῦτα νῦν ὑπομένειν ἢ Οὐϊτελλίῳ λαιμαργίας καὶ οἰνοφλυγίας ἢ τρυφῆς καὶ ἀκολασίας Ὄθωνι τὴν ἡγεμονίαν χορήγημα προθεμένους.
9.5
ταῦτʼ οὖν ὑπονοοῦσι τούς τε περὶ τὸν Κέλσον αἰσθανομένους ἐμβαλεῖν διατριβήν, ἐλπίζοντας ἄνευ μάχης καὶ πόνων κριθήσεσθαι τὰ πράγματα, καὶ τούς περὶ τὸν Ὄθωνα φοβουμένους ἐπιταχῦναι τὴν μάχην.