Thesauros Literature biography Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς Plutarch
20 βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας. πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθʼ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων. ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖςυἱέσιν? ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι τὸ δʼ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς δούλοις παρρησίαν ἄγουσιν ἐπιτιμᾶν, μὴ τί γε τοῖς υἱοῖς.υἱέσι? χωρὶς δὲ τούτων γένοιντʼ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι.Plat. Legg. p. 729 c ὅπου γὰρ γέροντές εἰσιν ἀναίσχυντοι, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι. πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθʼ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἥτις Ἰλλυρὶς οὖσα καὶ τριβάρβαρος, ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας. ἱκανῶς δʼ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις Εὐρυδίκη Ἱεραπολιῆτις τόνδʼ ἀνέθηκε Μούσαις εὔιστον ψυχῇ ἑλοῦσα πόθον. γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν. τὸ μὲν οὖν πάσας τὰς προειρημέναςτὰς προειρημένας] fort. auditur ὑποθήκας συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί· τὸ δὲ τὰς πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενόν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δʼ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.
← Previous 18 / 18

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme