Thesauros Literature biography Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν. Plutarch
12 ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν τὸν add. H πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ δῶρʼ, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν Homer. Ψ 297 ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν Ζεὺς ἄφενος. ὀρθῶς δὲ γʼ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας· οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδʼ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφʼ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδʼ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν ὁ Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον Bergk. 2 p. 387 θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδʼ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ τί δʼ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;Bauck. p. 293 παραβάλλων εὐθὺς αἰσχρὸν τὸ γʼ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ, ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου φίλοις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσὸν Eur. 428 δαπάναισι σῶσαι μεταγράφων οὕτω πόρναις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσόν δαπάναις ἐπιτρῖψαι. καὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, Nauck. p. 253 κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ μετέγραφεν οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ, τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις; τόδʼ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ id. p. 695 τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ. οὔκ. ἀλλʼ ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ. τὸ γὰρ· ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ ἄζηλον καὶ] ἄζηλον H οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Eur. Iph. A. 29 Ἀγάμεμνον, Ἀτρεύς δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων οὐ γὰρ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. αἰαῖ τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν,Nauck. p. 449 ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι. τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.ʼMeinek. IV p. 209 καὶ τρόπος καὶ τρόπος] τρόπος H μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς ἱππεὺς Grotius: ἱππος διὰ χαλινοῦ καὶ διὰ καὶ διὰ H: καὶ πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον. πρὸς θῆλυ νεύει μᾶλλον ἢ ʼπὶ τἄρρενα; Nauck. p. 288 ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος. ἦν δὲ βέλτιον εἰπεῖν ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος ὡς ἀληθῶς καὶ ἰσόρροπος· ὁ δʼ ὑφʼ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος. φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.id. p. 695 καὶ μὴν οὐδαμῶς, ἀλλὰ θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν. φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme