14
καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν οὔ τοι, τέκνον ἐμόν, οὔ τοι τέκνον ἐμὸν Homerus E 428: τέκνον ἐμὸν οὔ τοι δέδοται πολεμήια ἔργα, ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο καὶ τὸ Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο οὐδὲν διαφέρει τοῦ γνῶθι σαυτόν, ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸςHesiod. OD 40 καὶ τὸ ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστηid. 265 ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ Γοργίᾳ] p. 473 a καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνονNauck. p. 83 ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν· εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν,id. p. 647 οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων ἀσκῶν τὸ δʼ ἡδὺ μοῦνος οὐκ ἐπίσταται τί διαφέρει τοῦ πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον, ὡς Πλάτων Πλάτων] Epist. III p. 315 c ἔλεγε. τὸ δὲ φάσωμεν Bergk. 3 p. 580 πιστὸν κῦδος ἔχειν ἀρετάν· πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό ἐγὼ δʼ Nauck. p. 523 οὐδὲν πρεσβύτερον νομίζω τᾶς σωφροσύνας, ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι τιμᾶν τὰν τέτασθε, πλούτῳ δʼ ἀρετὰν κατεργάσασθαι Nauck. p. 523 δοκεῖτʼ, ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι ἆρʼ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις· ἔτι δὲ προανοίγει καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδʼ ἀνήκοος, οὐδʼ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδʼ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά,id. p. 395 τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων καὶ ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον Nauck. p. 507 Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου; καὶ ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίληid. p. 696 καὶ ἡ βροτῶν τʼ εὐπραξία τῶν τἀλάχιστα γίγνεται λυπουμένων ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδʼ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλʼ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς τὸ κατὰ φύσιν ὁρίζουσα. Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.