12
φυλακτέον δὲ καὶ τὸ πολλὰ καὶ πολλάκις αὐτὸν αὐτὸν Aldina: αὐτὸν προβάλλειν· ἔστι γὰρ καὶ τοῦτο τρόπον τινὰ παρεπιδεικνυμένου. τὸ δʼ ἑτέρου προτείνοντος ἀκροᾶσθαι μετʼ εὐκολίας φιλόλογον καὶ κοινωνικόν. ἂν μή τι τῶν ἰδίων ἐνοχλῇ καὶ κατεπείγῃ πάθος ἐπισχέσεως δεόμενον ἢ νόσημα παρηγορίας. τάχα μὲν γὰρ οὐδʼ ἀμαθίην κρύπτειν ἄμεινον, ὥς φησιν Ἡράκλειτος, Ἡράκλειτος Mullach. 1 p. 315 ἀλλʼ εἰς μέσον τιθέναι καὶ θεραπεύειν. ἂν δʼ ὀργή τις ἢ προσβολὴ δεισιδαιμονίας ἢ διαφορὰ πρὸς οἰκείους σύντονος ἢ περιμανὴς ἐξ ἔρωτος ἐπιθυμία κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶνNauck. p. 696 ἐπιταράξῃ τὴν διάνοιαν, οὐ φευκτέον εἰς ἑτέρους λόγους ἀποδιδράσκοντας τὸν ἔλεγχον, ἀλλὰ περὶ αὐτῶν τούτων ἀκουστέον ἐν ταῖς διατριβαῖς, καὶ μετὰ τὰς διατριβὰς ἰδίᾳ προσιόντας αὐτοὺς καὶ προσανακρίνοντας. ἀλλὰ μὴ τοὐναντίον, ὥσπερ οἱ πολλοὶ χαίρουσι τοῖς φιλοσόφοις περὶ ἄλλων διαλεγομένοις καὶ θαυμάζουσιν· ἂν δὲ τοὺς ἄλλους ἐάσας ὁ φιλόσοφος αὐτοῖς ἐκείνοις ἰδίᾳ παρρησιάζηται περὶ τῶν διαφερόντων καὶ ὑπομιμνήσκῃ, δυσχεραίνουσι καὶ περίεργον νομίζουσιν. ἐπιεικῶς γάρ, ὥσπερ τῶν τραγῳδῶν ἐν τοῖς θεάτροις, καὶ τῶν φιλοσόφων ἐν ταῖς σχολαῖς οἴονται δεῖν ἀκούειν, ἐν δὲ τοῖς ἔξω πράγμασιν οὐδὲν αὐτοὺς ἑαυτῶν διαφέρειν ἡγοῦνται, πρὸς μὲν τοὺς σοφιστὰς εἰκότως τοῦτο πεπονθότες· ἀναστάντες γὰρ ἀπὸ τοῦ θρόνου καὶ ἀποθέμενοι τὰ βιβλία καὶ τὰς εἰσαγωγὰς ἐν τοῖς ἀληθινοῖς τοῦ βίου μέρεσι μικροὶ καὶ ὑπὸ χεῖρα φαίνονται τοῖς πολλοῖς, πρὸς δὲ τοὺς ὄντως φιλοσόφους οὐ καλῶς, ἀγνοοῦντες ὅτι καὶ σπουδὴ καὶ παιδιὰ καὶ νεῦμα καὶ μειδίαμα καὶ σκυθρωπασμὸς αὐτῶν, μάλιστα δʼ ὁ πρὸς ἕκαστον ἰδίᾳ περαινόμενος λόγος ἔχει τινὰ καρπὸν ὠφέλιμον τοῖς ὑπομένειν καὶ προσέχειν ἐθισθεῖσι.