Thesauros Literature biography Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν Plutarch
13 δεῖται δὲ καὶ τὸ περὶ τοὺς ἐπαίνους καθῆκον εὐλαβείας τινὸς καὶ μετριότητος διὰ τὸ μήτε τὴν ἔλλειψιν αὐτοῦ μήτε τὴν ὑπερβολὴν ἐλευθέριον εἶναι. βαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς πᾶν ἄτεγκτος καὶ ἀτενὴς τὸ λεγόμενον, οἰήματος ὑπούλου καὶ περιαυτολογίας ἐνδιαθέτου μεστός, ὡς ἔχων τι τῶν λεγομένων βέλτιον εἰπεῖν, μήτʼ ὀφρῦν ὀφρῦν κατὰ σχῆμα] ὀφρύος κατάστημα Lobeckius κατὰ σχῆμα κινῶν μήτε φωνὴν εὐγνώμονος μάρτυρα φιληκοΐας προϊέμενος, ἀλλὰ σιγῇ καὶ βαρύτητι καταπλάστῳ καὶ σχηματισμῷ θηρώμενος δόξαν εὐσταθοῦς καὶ βάθος ἔχοντος ἀνδρός, ὥσπερ χρημάτων τῶν ἐπαίνων ὅσον ἄλλῳ μεταδίδωσιν αὑτοῦ δοκῶν ἀφαιρεῖσθαι. πολλοὶ γάρ εἰσιν οἱ κακῶς καὶ παρὰ μέλος τὴν Πυθαγόρου φωνὴν ὑπολαμβάνοντες. ἐκεῖνος μὲν γὰρ ἐκ φιλοσοφίας ἔφησεν αὑτῷ περιγεγονέναι τὸ μηδὲν θαυμάζειν· οὗτοι δὲ τὸ μηδὲν ἐπαινεῖν μηδὲ τιμᾶν, ἐν τῷ καταφρονεῖν τιθέμενοι τὸ σεμνὸν καὶ τό σεμνὸν καὶ scripsi: καὶ τὸ σεμνὸν ὑπεροψίᾳ διώκοντες. ὁ γὰρ φιλόσοφος λόγος τὸ μὲν ἐξ ἀπειρίας ἀπειρίας Xylander: ἀπορίας καὶ ἀγνοίας θαῦμα καὶ θάμβος ἐξαιρεῖ ἐξαιρεῖ W: ἐξαίρει γνώσει καὶ ἱστορίᾳ τῆς περὶ ἕκαστον αἰτίας, τὸ δʼ εὔκολον καὶ μέτριον μέτριον scripsi: μέγα καὶ φιλάνθρωπον οὐκ ἀπόλλυσι. τοῖς γὰρ ἀληθινῶς καὶ βεβαίως ἀγαθοῖς τιμή τε καλλίστη τὸ τιμῆσαί τινα τῶν ἀξίων, καὶ κόσμος εὐπρεπέστατος τὸ ἐπικοσμῆσαι, περιουσίᾳ δόξης καὶ ἀφθονίᾳ γιγνόμενον. γιγνόμενον = ὁ γίγνεται. Cf. p. 40 d οἱ δὲ γλίσχροι περὶ τοὺς ἑτέρων ἐπαίνους ἔτι πένεσθαι καὶ πεινῆν ἐοίκασι τῶν ἰδίων. ὁ δʼ ἐναντίος αὖ πάλιν τούτων, μηδὲν ἐπικρίνων ἀλλὰ κατὰ ῥῆμα καὶ συλλαβὴν ἐφιστάμενος ἐξιστάμενος Emperius καὶ κεκραγώς , ἐλαφρός τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδʼ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ διʼ αἰδῶ καὶ συνεπηχοῦντας. οὐδὲν δʼ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος ἔδοξεν εἶναι. δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς ἔχθραν τινὰ μήτε πρὸς χάριν ἀκούειν ἀλλʼ ἀπὸ γνώμης πρὸς τὸ δίκαιον· ἐν δὲ ταῖς φιλολόγοις ἀκροάσεσιν οὔτε νόμος οὐδεὶς οὔτε ὅρκος ἡμᾶς ἀπείργει μὴ μετʼ εὐνοίας ἀποδέχεσθαι τὸν διαλεγόμενον. ἀλλὰ καὶ τὸν Ἑρμῆν ταῖς Χάρισιν οἱ παλαιοὶ συγκαθίδρυσαν, ὡς μάλιστα τοῦ λόγου τὸ κεχαρισμένον καὶ προσφιλὲς ἀπαιτοῦντος. οὐδὲ γὰρ οἷόν τε παντελῶς οὕτως ἐκβόλιμον εἶναι τὸν λέγοντα καὶ διημαρτημένον, ὥστε μήτε νοῦν τινα παρασχεῖν ἄξιον ἐπαίνου μήτʼ ἀπομνημόνευσιν ἑτέρων μήτʼ αὐτὴν τὴν ὑπόθεσιν τοῦ λόγου καὶ προαίρεσιν, ἀλλὰ μηδὲ λέξιν ἢ διάθεσιν τῶν λεγομένων, ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων ὅπου γὰρ ἐμέτου τινὲς ἐγκώμια καὶ πυρετοῦ καὶ νὴ Δία χύτρας ἐπιδεικνύμενοι, πιθανότητος οὐκ ἀμοιροῦσιν, ἦ που λόγος ὑπʼ ἀνδρὸς ἁμωσγέπως ἀμωσγέπως R: ἄλλως γέ πως δοκοῦντος ἢ καλουμένου φιλοσόφου περαινόμενος οὐκ ἂν ὅλως ἀναπνοήν τινα καὶ καιρὸν ἀκροαταῖς εὐμενέσι καὶ φιλανθρώποις παράσχοι πρὸς ἔπαινον; οἱ γοῦν ἐν ὥρᾳ πάντες, ὥς φησιν ὁ Πλάτων, Πλάτων] Rep. p. 474 e ἁμηγέπη δάκνουσι τὸν ἐρωτικόν, καὶ λευκοὺς μὲν θεῶν παῖδας ἀνακαλῶν μέλανας δʼ ἀνδρικούς, καὶ τὸν γρυπὸν βασιλικὸν καὶ τὸν σιμὸν ἐπίχαριν τὸν δʼ ὠχρὸν μελίχρουν ὑποκοριζόμενος ἀσπάζεται καὶ ἀγαπᾷ· δεινὸς γάρ ἐστιν ὁ ἔρως ὥσπερ κιττὸς αὑτὸν ἐκ πάσης ἀναδῆσαι προφάσεως. πολὺ δὴ μᾶλλον ὁ φιλήκοος καὶ φιλόλογος ἀεί τινος αἰτίας εὑρετικὸς ἔσται, διʼ ἣν οὐκ ἀπὸ τρόπου τῶν λεγόντων ἕκαστον ἐπαινῶν φανεῖται. καὶ γὰρ ὁ Πλάτων Πλάτων] Phaedr. p. 234 e τὸν Λυσίου λόγον οὔτε κατὰ τὴν εὕρεσιν ἐπαινῶν καὶ τῆς ἀταξίας αἰτιώμενος ὅμως αὐτοῦ τὴν ἀπαγγελίαν ἐπαινεῖ, καὶ ὅτι τῶν ὀνομάτων σαφῶς καὶ στρογγύλως ἕκαστον ἀποτετόρνευται. μέμψαιτο δʼ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν, ὥσπερ ἀμέλει καὶ τῶν ῥητόρων ἐστὶν ὁ μὲν οὐκ ἔχων ἦθος, ὁ δὲ πρὸς πάθος ἀργός, ὁ δʼ ἐνδεὴς χαρίτων ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν. ὥστε καὶ τοῖς ἀκούουσιν εὐπορίαν εἶναι καὶ ἀφθονίαν τοῦ φιλοφρονεῖσθαι τοὺς λέγοντας. ἐνίοις γὰρ ἐξαρκεῖ, κἂν μὴ διὰ φωνῆς ἐπιμαρτυρῶμεν, ὄμματος πραότητα καὶ γαλήνην προσώπου καὶ διάθεσιν εὐμενῆ καὶ ἄλυπον ἐμπαρασχεῖν. ἐκεῖνα μὲν γὰρ ἤδη καὶ πρὸς τοὺς ὅλως ἀποτυγχάνοντας ὥσπερ ἐγκύκλια καὶ κοινὰ πάσης ἀκροάσεώς ἐστι, καθέδρα τέ τις ἄθρυπτος καὶ ἀκλινὴς ἐν ὀρθῷ σχήματι καὶ πρόσβλεψις αὐτῷ τῷ λέγοντι καὶ τάξις ἐνεργοῦ προσοχῆς, καὶ προσώπου κατάστασις καθαρὰ καὶ ἀνέμφαντος οὐχ ὕβρεως οὐδὲ δυσκολίας μόνον ἀλλὰ καὶ φροντίδων ἄλλων καὶ ἀσχολιῶν· ὡς ἐν ὡς ἐν] ἐν W ἔργῳ γε παντὶ τὸ μὲν καλὸν ἐκ πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται, τὸ δʼ αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ἐλλείποντος ἢ προσόντος ἀτόπως εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν, ὥσπερ ἐπʼ αὐτῆς τῆς ἀκροάσεως οὐ μόνον βαρύτης ἐπισκυνίου καὶ ἀηδία προσώπου καὶ βλέμμα ῥεμβῶδες καὶ περίκλασις σώματος καὶ μηρῶν ἐπάλλαξις ἀπρεπὴς ἀλλὰ καὶ νεῦμα καὶ ψιθυρισμὸς πρὸς ἕτερον καὶ μειδίαμα χάσμαι τε ὑπνώδεις καὶ κατήφειαι καὶ πᾶν εἴ τι τούτοις ἔοικεν ὑπεύθυνόν ἐστι καὶ δεῖται πολλῆς εὐλαβείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme