16
καὶ μὴν τῶν γε νουθεσιῶν καὶ τῶν ἐπιπλήξεων οὔτʼ ἀναλγήτως οὔτʼ ἀνάνδρως ἀκουστέον. οἱ οἱ H: οἵ τε γὰρ εὐκόλως καὶ ὀλιγώρως τὸ κακῶς ἀκούειν ὑπὸ τῶν φιλοσόφων φέροντες, ὥστε γελᾶν ἐλεγχόμενοι καὶ τοὺς ἐλέγχοντας ἐπαινεῖν, ὥσπερ οἱ παράσιτοι τοὺς τρέφοντας, ὅταν ὑπʼ αὐτῶν λοιδορῶνται, παντάπασιν ἰταμοὶ καὶ θρασεῖς ὄντες, οὐ καλὴν οὐδʼ ἀληθῆ διδόασιν ἀπόδειξιν ἀνδρείας τὴν ἀναισχυντίαν. σκῶμμα μὲν γὰρ ἀνύβριστον ἐν παιδιᾷ τινι μετʼ εὐτραπελίας ἀφειμένον ἐνεγκεῖν ἀλύπως καὶ ἱλαρῶς οὐκ ἀγεννὲς οὐδʼ ἀπαίδευτον ἀλλʼ ἐλευθέριον πάνυ καὶ Λακωνικόν ἐστιν· ἐπαφῆς δὲ καὶ νουθεσίας πρὸς ἐπανόρθωσιν ἤθους ὥσπερ φαρμάκῳ δάκνοντι λόγῳ χρωμένης ἐλέγχοντι μὴ συνεσταλμένον ἀκούειν μηδʼ ἱδρῶτος καὶ ἰλίγγου μεστόν, αἰσχύνῃ αἰσχύνῃ μηδ’ αἰσχύνῃ H φλεγόμενον τὴν ψυχήν, ἀλλʼ ἄτρεπτον καὶ σεσηρότα καὶ κατειρωνευόμενον, ἀνελευθέρου τινὸς δεινῶς καὶ ἀπαθοῦς πρὸς τὸ αἰδεῖσθαι νέου διὰ συνήθειαν ἁμαρτημάτων καὶ συνέχειαν, ὥσπερ ἐν σκληρᾷ σαρκὶ καὶ τυλώδει τῇ ψυχῇ μώλωπα μὴ λαμβάνοντος. τούτων δὲ τοιούτων ὄντων οἱ τὴν ἐναντίαν διάθεσιν ἔχοντες νέοι κἂν ἅπαξ ποτὲ ἀκούσωσι κακῶς, φεύγοντες ἀνεπιστρεπτὶ καὶ δραπετεύοντες ἐκ φιλοσοφίας, καλὴν ἀρχὴν πρὸς τὸ σωθῆναι τὸ αἰδεῖσθαι παρὰ τῆς φύσεως ἔχοντες, ἀπολλύουσι διὰ τρυφὴν καὶ μαλακίαν , οὐκ ἐγκαρτεροῦντες τοῖς ἐλέγχοις οὐδὲ τὰς ἐπανορθώσεις δεχόμενοι γεννικῶς, ἀλλʼ ἐπὶ τὰς προσηνεῖς καὶ ἁπαλὰς ἀποστρέφοντες ὁμιλίας τὰ ὦτα, κολάκων τινῶν ἢ σοφιστῶν ἀνωφελεῖς καὶ ἀνονήτους ἡδείας δὲ φωνὰς κατᾳδόντων. ὥσπερ οὖν ὁ μετὰ τὴν τομὴν φεύγων τὸν ἰατρὸν καὶ τὸν ἐπίδεσμον μὴ προσιέμενος τὸ μὲν ἀλγεινὸν ἀνεδέξατο, τὸ δʼ ὠφέλιμον οὐχ ὑπέμεινε τῆς θεραπείας, οὕτως ὁ τῷ χαράξαντι καὶ τρώσαντι λόγῳ τὴν ἀβελτερίαν ἀπουλῶσαι καὶ καταστῆσαι μὴ παρασχὼν ἀπῆλθε δηχθεὶς καὶ ἀλγήσας ἐκ φιλοσοφίας, ὠφεληθεὶς δὲ μηδέν. οὐ γὰρ μόνον, ὡς Εὐριπίδης φησί, τὸ Τηλέφου τραῦμα πριστοῖσι λόγχης θέλγεται ῥινήμασινNauck. p. 462 ἀλλὰ καὶ τὸν ἐκ φιλοσοφίας ἐμφυόμενον εὐφυέσι νέοις δηγμὸν αὐτὸς ὁ τρώσας λόγος ἰᾶται. διὸ δεῖ πάσχειν μέν τι καὶ δάκνεσθαι, μὴ συντρίβεσθαι δὲ μηδʼ ἀθυμεῖν τὸν ἐλεγχόμενον, ἀλλʼ ὥσπερ ἐν τελετῇ κατηργμένης αὐτοῦ φιλοσοφίας τοὺς πρώτους καθαρμοὺς καὶ θορύβους ἀνασχόμενον ἐλπίζειν τι γλυκὺ καὶ λαμπρὸν ἐκ τῆς παρούσης ἀδημονίας καὶ ταραχῆς. καὶ γὰρ ἂν ἀδίκως ἡ ἐπιτίμησις γίγνεσθαι δοκῇ, καλὸν ἀνασχέσθαι καὶ διακαρτερῆσαι λέγοντος· παυσαμένῳ δʼ αὐτὸν ἐντυχεῖν ἀπολογούμενον καὶ δεόμενον τὴν παρρησίαν ἐκείνην καὶ τὸν τόνον, ᾧ νῦν κέχρηται πρὸς αὐτόν, εἴς τι τῶν ἀληθῶς ἁμαρτανομένων φυλάττειν.