18
πᾶσαν οὖν ἀπωσάμενοι τὴν τοσαύτην βλακείαν καὶ ἀλαζονείαν καὶ πρὸς τὸ μαθεῖν ἰόντες καὶ περὶ τὸ λαβεῖν τῇ διανοίᾳ τὸ χρησίμως λεγόμενον ὄντες, ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας, ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδʼ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες. οὐ γὰρ μόνον, ὥς φησι Φωκυλίδης, πόλλʼ ἀπατηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν,Bergk. 2 p, 71 ἀλλὰ καὶ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι, καὶ σκώμματα καὶ βωμολοχίας ἀναδεξάμενον ὤσασθαι παντὶ τῷ θυμῷ καὶ καταθλῆσαι τὴν ἀμαθίαν. οὐ μὴν οὐδὲ τῆς πρὸς τοὐναντίον ἁμαρτίας ἀμελητέον, ἣν ἁμαρτάνουσιν οἱ μὲν ὑπὸ νωθείας, ἀηδεῖς καὶ κοπώδεις ὄντες οὐ γὰρ ἐθέλουσι γενόμενοι καθʼ αὑτοὺς πράγματα ἔχειν, ἀλλὰ παρέχουσι τῷ λέγοντι, πολλάκις ἐκπυνθανόμενοι περὶ τῶν αὐτῶν, ὥσπερ ἀπτῆνες νεοσσοὶ κεχηνότες ἀεὶ πρὸς ἀλλότριον στόμα καὶ πᾶν ἕτοιμον ἤδη καὶ διαπεπονημένον ὑπʼ ἄλλων ἐκλαμβάνειν ἐθέλοντες. ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά, ὥς φησι Σοφοκλῆς, Σοφοκλῆς] Anig. 237 οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις. ἀντιλαμβανόμενοι γὰρ ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως, ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης. οὗτοι μὲν οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ γλίσχροι γλίσχροι] λίχνοι W σκύλακες τὰ δέρματα δάκνοντες οἴκοι καὶ 15 τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται τοὺς δʼ ἀργοὺς ἐκείνους παρακαλῶμεν, ὅταν τὰ κεφάλαια τῇ νοήσει περιλάβωσιν, αὐτοὺς διʼ αὑτῶν τὰ λοιπὰ συντιθέναι, καὶ τῇ μνήμῃ χειραγωγεῖν τὴν εὕρεσιν, καὶ τὸν ἀλλότριον λόγον οἷον ἀρχὴν καὶ σπέρμα λαβόντας ἐκτρέφειν καὶ αὔξειν. οὐ γὰρ ὡς ἀγγεῖον ὁ νοῦς ἀποπληρώσεως ἀλλʼ ὑπεκκαύματος μόνον ὥσπερ ὕλη δεῖται, ὁρμὴν ἐμποιοῦντος εὑρετικὴν καὶ ὄρεξιν ἐπὶ τὴν ἀλήθειαν. ὥσπερ οὖν εἴ τις ἐκ γειτόνων πυρὸς δεόμενος, εἶτα πολὺ καὶ λαμπρὸν εὑρὼν αὐτοῦ καταμένοι διὰ τέλους θαλπόμενος, οὕτως εἴ τις ἥκων λόγου μεταλαβεῖν πρὸς ἄλλον οὐχ οἴεται δεῖν φῶς οἰκεῖον ἐξάπτειν καὶ νοῦν ἴδιον, ἀλλὰ χαίρων τῇ ἀκροάσει κάθηται θελγόμενος, οἷον ἔρευθος ἕλκει καὶ γάνωμα τὴν δόξαν ἀπὸ τῶν λόγων, τὸν δʼ ἐντὸς εὐρῶτα τῆς ψυχῆς καὶ ζόφον οὐκ ἐκτεθέρμαγκεν ἐκτεθέρμαγκεν] ἐκεθεράπευκεν Emperius οὐδʼ ἐξέωκε διὰ φιλοσοφίας. εἰ δεῖ τινος οὖν πρὸς ἀκρόασιν ἑτέρου παραγγέλματος, δεῖ καὶ τοῦ νῦν εἰρημένου μνημονεύοντας ἀσκεῖν ἅμα τῇ μαθήσει τὴν εὕρεσιν, ἵνα μὴ σοφιστικὴν ἕξιν μηδʼ ἱστορικὴν ἀλλʼ ἐνδιάθετον καὶ φιλόσοφον λαμβάνωμεν, ἀρχὴν τοῦ καλῶς βιῶναι τὸ καλῶς ἀκοῦσαι νομίζοντες.