Thesauros Literature biography Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου Plutarch
18 ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν ὢ τῆς πολλῆς ἀτοπίας, ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί τί δὴ σὺ λέγεις; εἰπόντος ὁμολογῶ φησὶν ἄχθεσθαι καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας. Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, ἄκουσον ἔφη Καῖσαρ. ἅ σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν οὔτε νυκτὸς ἀναπαυόμενος. πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον ἀποκτενεῖ οὐκ ἀποκτενεῖ Sauppius

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme