Thesauros Literature biography Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου Plutarch
37 ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις ἡ παρρησία τῷ θεραπευομένῳ λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι τοὺς ἰατρούς οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ πεπονθός, ἀλλʼ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθʼ οἱ νουθετοῦντες ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλʼ ὁμιλίαις ἑτέραις καὶ 12· λόγοις ἐπιεικέσιν ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες. ὁ δὲ πληγεὶς μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς δὲ τραχὺς καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπʼ ὀργῆς δυσανάκλητος αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν καὶ παροξῦνον τοὺς συνήθεις.
← Previous 36 / 36

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme