11
τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δʼ εἰς μελαγχολίαν ἢ φρενῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλʼ ἐξελαύνουσιν ἢ φεύγουσιν, μηδʼ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι. οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μὲν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ χαλεπαίνοντες οἱ δʼ ὑπομένοντες καὶ προσιέμενοι πραότερον ἔχουσι. τὸ δʼ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν διακαλύπτειν καὶ μὴ χαίρειν λανθάνοντα μηδʼ ἀγαπᾶν ἀγνοούμενον ἀλλʼ ὁμολογεῖν καὶ δεῖσθαι τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον. ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν. ἄχρι δʼ οὗ τις ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ διερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ νὴ Δία σκώπτων καὶ ϝὴ Δία σκώπτων R: καὶ διασκώπτων αὐτὸς ἑαυτὸν ὡς μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δʼ ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐλλείμματα ἐλλείμματα scripsi: ἐγχρέμματα καὶ μικρολογίας καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον, ὀλίγον αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δʼ οὐδέν. ἀλλʼ ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν ἁμαρτάνοντα καὶ κακίζειν, δεύτερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦντα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνάμενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε. δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι πονηρὸν αἰδεῖσθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μοχθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων γενέσθαι. χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα δʼ εἰς τὸ καπηλεῖον, ὅσῳὅσῳ] ἔσω, ὅσῳ? γὰρ εἶπεν ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ. καὶ τῶν φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐνδύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν . ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν · ὁ δὲ προκόπτων ἀληθῶς τὸν τὸν Emperius: καὶ τὸν Ἱπποκράτη] T. IX p. 340 F. Charter. Ἱπποκράτη ποιεῖται παράδειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα, λογιζόμενος ὅτι δεινόν ἐστιν ἐκεῖνον μέν, ὅπως ἂν ἕτεροι μὴ τὸ αὐτὸ πάθωσιν, ἑαυτοῦ τὴν ἁμαρτίαν κατειπεῖν, αὐτὸν δέ τινα μέλλοντα σῴζεσθαι μὴ τολμᾶν ἐλέγχεσθαι μηδʼ ὁμολογεῖν τὴν ἀβελτερίαν καὶ ἀμαθίαν. καὶ μὴν τά γε Βίαντος καὶ Πύρρωνος οὐ προκοπῆς ἄν τις ἀλλὰ μείζονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας. ὁ μὲν γὰρ τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως ἀκούωσιν ὡς λεγόντων ξεῖνʼ, ξεῖν’ Homer. ζ 187: ὧ ξέν’ ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖενid. ω 402 Πύρρωνα δέ φασι πλέοντα καὶ κινδυνεύοντα χειμῶνος δελφάκιόν τι δεῖξαι χρώμενον ἀσμένως κριθαῖς παρεγκεχυμέναις, καὶ πρὸς τοὺς ἑταίρους εἰπεῖν ὅτι τοιαύτην ἀπάθειαν παρασκευαστέον ἐκ λόγου καὶ φιλοσοφίας τὸν ὑπὸ τῶν προστυγχανόντων ταράττεσθαι μὴ βουλόμενον.