14
καὶ μὴν ὅτι τὸ τὰς κρίσεις ἐπὶ τὰ ἔργα μετάγειν καὶ τοὺς λόγους μὴ λόγους ἐᾶν ἀλλὰ πράξεις ποιεῖν μάλιστα τῆς προκοπῆς ἴδιόν ἐστιν εἴρηται. δήλωμα δʼ αὐτοῦ πρῶτον μὲν ὁ πρὸς τὰ ἐπαινούμενα ζῆλος καὶ τὸ ποιεῖν εἶναι προθύμους ἃ θαυμάζομεν, ἃ δὲ ψέγομεν μὴ ἐθέλειν μηδʼ ὑπομένειν. ἐπεὶ πάντας μὲν Ἀθηναίους εἰκὸς ἦν ἐπαινεῖν τὴν Μιλτιάδου τόλμαν καὶ ἀνδρείαν, Θεμιστοκλῆς δʼ εἰπὼν ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν ἀλλʼ ἐκ τῶν ὕπνων ἀνίστησι τὸ Μιλτιάδου τρόπαιον, οὐκ ἐπαινῶν μόνον οὐδὲ θαυμάζων καταφανὴς ἦν εὐθὺς ἀλλὰ καὶ ζηλῶν καὶ μιμούμενος. σμικρὸν οὖν οἴεσθαι χρὴ προκόπτειν, ἄχρι οὗ τὸ θαυμάζειν τοὺς κατορθοῦντας ἀργὸν ἔχομεν καὶ ἀκίνητον ἐξ ἑαυτοῦ πρὸς μίμησιν. οὔτε γὰρ ἔρως σώματος ἐνεργός, εἰ μὴ μετὰ ζηλοτυπίας ἔνεστιν, οὔτʼ ἔπαινος ἀρετῆς διάπυρος καὶ δραστήριος ὁ μὴ νύττων μηδὲ κεντρίζων μηδὲ ποιῶν ἀντὶ φθόνου ζῆλον ἐπὶ τοῖς καλοῖς, ἀναπληρώσεως ὀρεγόμενον. οὐ γὰρ ὑπὸ τῶν λόγων δεῖ τοῦ φιλοσοφοῦντος μόνον ὥσπερ Ἀλκιβιάδης Ἀλχιβιάδης] Plat. Conv. p. 25 e ἔλεγε τὴν καρδίαν στρέφεσθαι καὶ δάκρυα ἐκπίπτειν, ἀλλʼ ὅ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ διʼ ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷός τʼ ἐστι κατὰ Σιμωνίδην Σιμωνίδην] Bergk. 2 p. 445 ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν, τῷ ἀγαθῷ μονονουχὶ συμφῦναι γλιχόμενος. καὶ γὰρ τοῦτο προκοπῆς ἀληθοῦς ἴδιόν ἐστι πάθος, ὧν ζηλοῦμεν τὰ ἔργα τὴν διάθεσιν φιλεῖν καὶ ἀγαπᾶν καὶ μετʼ εὐνοίας ἀεὶ τιμὴν εὔφημον ἀποδιδούσης ἐξομοιοῦσθαι. φιλονεικία δʼ ὅτῳ καὶ φθόνος ἐνέστακται πρὸς τοὺς κρείττονας, οὗτος ἴστω δόξης τινὸς ἢ δυνάμεως ζηλοτυπίᾳ κνιζόμενος, ἀρετὴν δὲ μὴ τιμῶν μηδὲ θαυμάζων.