15
ὅταν οὖν οὕτως ἀρχώμεθα τῶν ἀγαθῶν ἐρᾶν, ὥστε μὴ μόνον κατὰ Πλάτωνα Πλάτωνα] Legg. p. 711 e μακάριον μὲν αὐτὸν ἡγεῖσθαι τὸν σώφρονα, μακάριον δὲ τὸν ξυνήκοον τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων, ἀλλὰ καὶ σχῆμα καὶ βάδισμα καὶ βλέμμα καὶ μειδίαμα θαυμάζοντες αὐτοῦ καὶ ἀγαπῶντες οἷον συναρμόττειν καὶ συγκολλᾶν ἑαυτοὺς ὦμεν πρόθυμοι , τότε χρὴ νομίζειν ἀληθῶς προκόπτειν. ἔτι δὲ μᾶλλον, ἂν μὴ μόνον εὐημεροῦντας τοὺς ἀγαθοὺς θαυμάζωμεν, ἀλλʼ ὥσπερ οἱ ἐρῶντες καὶ τραυλότητας ἀσπάζονται τῶν ἐν ὥρᾳ καὶ ὠχρότητας, τῆς δὲ Πανθείας καὶ δάκρυα καὶ κατήφεια πενθούσης ἄρα καὶ κεκακωμένης ἐξέπληξε τὸν Ἀράσπην, οὕτως ἡμεῖς μήτε φυγὴν Ἀριστείδου μήτε εἱργμὸν Ἀναξαγόρου μήτε πενίαν Σωκράτους ἢ Φωκίωνος καταδίκην ὑποδειμαίνωμεν, ἀλλὰ καὶ μετὰ τούτων ἀξιέραστον ἡγούμενοι τὴν ἀρετὴν ὁμόσε χωρῶμεν αὐτῇ , τὸ Εὐριπίδειον εὑριπίδειον] Nauck. p. 953 ἐφʼ ἑκάστῳ φθεγγόμενοι φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν τὸν γὰρ ἄχρι τοῦ καὶ τὰ φαινόμενα δεινὰ μὴ δυσχεραίνειν ἀλλὰ θαυμάζειν καὶ ζηλοῦν ἐνθουσιασμὸν οὐκ ἂν ἔτι γε τῶν καλῶν οὐδεὶς ἀποτρέψειεν. ἤδη δὲ τοῖς τοιούτοις παρέπεται τὸ βαδίζοντας ἐπὶ πράξεις τινὰς ἢ λαβόντας ἀρχὴν ἢ χρησαμένους χρησαμένους scripsi: χρησαμένοις τύχῃ τίθεσθαι πρὸ ὀφθαλμῶν τοὺς ὄντας ἀγαθοὺς ἢ γενομένους, καὶ διανοεῖσθαι τί δʼ ἂν ἔπραξεν ἐν τούτῳ Πλάτων, τί δʼ ἂν εἶπεν Ἐπαμεινώνδας, ποῖος δʼ ἂν ὤφθη Λυκοῦργος ἢ Ἀγησίλαος, οἷον οἷον Schaeferus: οἷον τι πρὸς ἔσοπτρα κοσμοῦντας ἑαυτοὺς καὶ καὶ Emperius: ἢ μεταρρυθμίζοντας ἢ φωνῆς ἀγεννεστέρας αὑτῶν αὐτῶν W: αὐτῶν ἐπιλαμβανομένους ἢ πρός τι πάθος ἀντιβαίνοντας. οἱ μὲν γὰρ ἐκμεμαθηκότες τὰ τῶν Ἰδαίων ὀνόματα δακτύλων χρῶνται πρὸς τοὺς φόβους αὐτοῖς ὡς ἀλεξικάκοις, ἀτρέμα καταλέγοντες ἕκαστον· ἡ δὲ τῶν ἀγαθῶν ἀνδρῶν ἐπίνοια καὶ μνήμη ταχὺ παρισταμένη καὶ διαλαμβάνουσα τοὺς προκόπτοντας ἐν πᾶσι πάθεσι καὶ ἀπορίαις ἁπάσαις, ὀρθούς τε καὶ ἀπτῶτας διαφυλάσσει. ὅθεν ἔστω σοι καὶ τοῦτο σημεῖον τοῦ πρὸς ἀρετὴν ἐπιδιδόντος.