16
πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα μηδʼ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθʼ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν. Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγελον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προτείνοντα τί μοι μέλλεις εἶπεν ὦ τᾶν ἀπαγγελεῖν; ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος. νέῳ δʼ ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς ἔρως ἐμφύεται μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι καὶ παρασχεῖν οἰκίαν αὑτοῦ καταφανῆ, τράπεζαν γυναῖκα, παιδιὰν παιδιάν Emperius: παιδία σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ, τοιαύτῃ idem: τοσαύτῃ καὶ μηδὲν ἂν οὕτως εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς. ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδʼ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν.