Thesauros Literature biography Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή

Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή

Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή Plutarch
17 ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν μικρὸν] Hesiod. OD 361 ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλʼ ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν. ὥσπερ· γὰρ οἱ τὸ πλουτήσειν ἀπεγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προστιθέμενον, ἡ δʼ ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδίζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχωρῶν τῷ τί γὰρ τὸ παρὰ τοῦτο; καὶ νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον, ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδʼ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι, τὸ δὲ μηδὲν οἴεσθαι κατʼ αἰσχύνην μέγα μηδʼ ἔχειν μηδ’ ἔχειν] μηδὲ δεινὸν R εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά. καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα, ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ σωρεύοντες ἀλλʼ οἵ γε προκόπτοντες, οἷς ἤδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου κεκρότηται κεκρότηται Bergk. 1 p. 446 χρυσέα κρηπίς, οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλʼ οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον. ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν οἷς ἂν] ὅταν W εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.
← Previous 17 / 17

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme