Thesauros Literature biography Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή

Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή

Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή Plutarch
4 οὐ μὴν ἀλλὰ κἂν διαλείμματα γιγνόμενα τοῦ φιλοσοφεῖν, τὰ δʼ ὕστερα τῶν πρότερον ἑδραιότερα καὶ μακρότερα, σημεῖον οὐ φαῦλόν ἐστιν ἐκθλιβομένης πόνῳ καὶ ἀσκήσει τῆς ῥᾳθυμίας· τὸ δʼ ἐναντίον πονηρόν, αἱ μετʼ οὐ πολὺν χρόνον πολλαὶ καὶ συνεχεῖς ἀνακοπαί, τῆς προθυμίας οἷον ἀπομαραινομένης. ὡς γὰρ ἡ τοῦ καλάμου βλάστησις, ὁρμὴν ἔχουσα πλείστην ἀπʼ ἀρχῆς εἰς μῆκος ὁμαλὸν καὶ συνεχές, τὸ πρῶτον ἐν διαστήμασι μεγάλοις ὀλίγας λαμβάνουσα προσκρούσεις καὶ ἀντικοπάς, εἶθʼ οἷον ὑπʼ ἄσθματος ἄνω διʼ ἀσθένειαν ἀπαγορεύουσα πολλοῖς ἐνίσχεται καὶ πυκνοῖς τοῖς γόνασι, τοῦ πνεύματος πληγὰς καὶ τρόμους λαμβάνοντος, οὕτως ὅσοι τὸ πρῶτον μεγάλαις ἐκδρομαῖς ἐχρήσαντο πρὸς φιλοσοφίαν, εἶτα πολλὰ καὶ συνεχῆ προσκρούματα καὶ διασπάσματα λαμβάνουσι μηδενὸς διαφόρου πρὸς τὸ βέλτιον ἐπαισθανόμενοι, τελευτῶντες ἐξέκαμον καὶ ἀπηγόρευσαν. τῷ δʼ τῷ δ’] Homer. T 386 αὖτε εὑτε H: αὖτε πτερὰ γίγνετο διʼ ὠφέλειαν φερομένῳ καὶ διακόπτοντι τὰς προφάσεις ὥσπερ ὄχλον ἐμποδὼν ὄντα ῥώμῃ καὶ προθυμίᾳ τῆς ἀνύσεως. καθάπερ οὖν ἔρωτος ἀρχομένου σημεῖόν ἐστιν οὐ τὸ χαίρειν τῷ καλῷ παρόντι τοῦτο γὰρ κοινόν ἀλλὰ τὸ δάκνεσθαι καὶ ἀλγεῖν ἀποσπώμενον, οὕτως ἄγονται μὲν ὑπὸ φιλοσοφίας πολλοὶ καὶ σφόδρα γε φιλοτίμως ἀντιλαμβάνεσθαι τοῦ μανθάνειν δοκοῦσιν, ἂν δʼ ἀπέλθωσιν ὑπὸ πραγμάτων ἄλλων καὶ ἀσχολιῶν, ἐξερρύη τὸ πάθος αὐτῶν ἐκεῖνο, καὶ ῥᾳδίως φέρουσιν. ὅτῳ δʼ ἔρωτος δῆγμα παιδικῶν πρόσεστι, μέτριος μὲν ἄν σοι φανείη καὶ πρᾶος ἐν τῷ παρεῖναι καὶ συμφιλοσοφεῖν ὅταν δʼ ἀποσπασθῇ καὶ χωρὶς γένηται, θεῶ φλεγόμενον καὶ ἀδημονοῦντα καὶ δυσκολαίνοντα πᾶσι πράγμασι καὶ ἀσχολίαις, μνήμῃ δὲ φιλῶν ὥσπερ ἄλογος ἐλαύνεται πόθῳ τῷ πρὸς φιλοσοφίαν. οὐ γὰρ δεῖ τοῖς λόγοις εὐφραίνεσθαι μὲν παρόντας ὥσπερ τοῖς μύροις, ἀποστάντας δὲ μὴ ζητεῖν μηδʼ ἀσχάλλειν, ἀλλὰ πείνῃ τινὶ καὶ δίψῃ πάθος ὅμοιον ἐν τοῖς ἀποσπασμοῖς πάσχοντας ἔχεσθαι τοῦ προκόπτοντος ἀληθῶς, ἄν τε γάμος ἄν τε πλοῦτος ἄν τε φιλία φιλία] sanum est τις ἄν τε στρατεία προσπεσοῦσα ποιήσῃ τὸν χωρισμόν. ὅσῳ γὰρ πλέον ἐστὶ τὸ προσειλημμένον ἐκ φιλοσοφίας, τοσούτῳ πλέον ἐνοχλεῖ τὸ ἀπολειπόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme