Thesauros Literature biography Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή

Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή

Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή Plutarch
7 ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα· καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς. οὐκ ἔστι δὲ μικρὸν οὐδʼ ἡ περὶ τοὺς λόγους μεταβολή. πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δʼ ὥσπερ τὰ σκυλάκια φησὶν ὁ Πλάτων Πλάτων] Rep. p. 539 b τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δʼ οὐδὲν εἰς ὄνησιν αὑτῶν αὐτῶν scripsi: αὐῶν εἴπεν ἐπὶ Madvigius: εἶπε τιθέμενοι. συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων, ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθʼ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους. καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι· οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ ἔξω τὰ ἴχνη τέτραπται. ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς διαπεπαιχὼς] διαπεπλιχὼς Bernhardy. διαπεπλακὼς Bergk. διαπεπαικὼς Herwerden ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη ἤδη τὸ] τὸ ἡδὺ Semitelus τὸ τῆς λέξεως μεταβάλλειν μεταλαβεῖν Bernhardy εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme