8
ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης Σιμωνίδης] Bergk. 3 p. 411 φησὶ τὴν μέλιτταν ξανθὸν μέλι μηδομέναν οἱ δʼ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμήν, ἕτερον δʼ οὐδὲν ἀγαπῶσιν οὐδὲ λαμβάνουσιν, οὕτως οὕτως ὁ Madvigius: οὑτω ὁ τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλʼ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δʼ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων, Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον ὁρᾷς ἔφη οἷον ἡ ἄσκησίς ἐστιν; ἐστιν ἡ ἄσκησις Stobaeus Flor. XXIX 89 Sed cf. p. 29 f. ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτὸν ὦ Ἡράκλεις ἔφη, ὡς οὐδέν ἐστι μικρὸν οὐδʼ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας ἐξέβαλε τὸ ποτήριον. οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης Θουκυδίδης] I 18 ἔλεγε, μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας, ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ δόγματα. ὡς τοὺς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν μᾶλλον δʼ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς Ὁμηρικῆς] I 323 ὄρνιθος, ὅ τι ἂν λάβῃ λάβῃ Pflugkius: λάβοι τοῖς μαθηταῖς ὥσπερ ἀπτῆσι νεοσσοῖς ϝεοσσοῖσιν H προσφέρων προφέρων H: προσφέρων διὰ τοῦ στόματος. κακῶς δὲ τὲ οἱ πέλει αὐτῷ μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων.