Thesauros Literature biography Πῶς ἄν τις ἀπ’ ἐχθρῶν ὠφελοῖτο

Πῶς ἄν τις ἀπ’ ἐχθρῶν ὠφελοῖτο

Πῶς ἄν τις ἀπ’ ἐχθρῶν ὠφελοῖτο Plutarch
11 εἰ δέ τινας οἱ ἐχθροὶ κολακεύοντες ἢ πανουργοῦντες ἢ δεκάζοντες ἢ μισθαρνοῦντες αἰσχρὰς καὶ ἀνελευθέρους δοκοῦσι καρποῦσθαι δυνάμεις ἐν αὐλαῖς ἢ πολιτείαις, οὐκ ἐνοχλήσουσιν ἡμᾶς ἀλλὰ μᾶλλον εὐφρανοῦσι, τὴν αὑτῶν ἐλευθερίαν καὶ τὸ καθαρὸν τοῦ βίου καὶ ἀνύβριστον ἀντιτιθέντας· ἅπας γὰρ ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος κατὰ Πλάτωνα, Πλάτωνα] Legg. p. 728 a καὶ τὸ τοῦ Σόλωνος; Σόλωνος Bergk. 2 p. 47 ἔχειν ἀεὶ δεῖ πρόχειρον ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον οὐδέ γε βοὰς δεδειπνισμένων θεάτρων οὐδὲ τιμὰς καὶ προεδρίας παρʼ εὐνούχοις καὶ παλλακαῖς καὶ σατράπαις σατράπαις R: σατραπείαις βασιλέων· ζηλωτὸν γὰρ οὐδὲν οὐδὲ καλὸν ἐξ αἰσχροῦ φυόμενον. ἀλλʼ ἐπεὶ τυφλοῦται τὸ φιλοῦν περὶ τὸ φιλούμενον, ὥς φησιν ὁ Πλάτων, Πλάτων] Legg. p. 731 e καὶ μᾶλλον ἡμῖν οἱ ἐχθροὶ παρέχουσιν αἴσθησιν ἀσχημονοῦντες, δεῖ μήτε τὸ χαῖρον ἐφʼ οἷς ἁμαρτάνουσιν ἀργὸν εἶναι μήτε τὸ λυπούμενον ἐφʼ οἷς κατορθοῦσιν, ἀλλʼ ἐπιλογίζεσθαι διʼ ἀμφοτέρων ὅπως τὰ μὲν φυλαττόμενοι βελτίονες ὦμεν αὐτῶν, τὰ δὲ μιμούμενοι μὴ χείρονες.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme