7
οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν μηδὲ συναπεχθάνεσθαι· οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν. ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε σμῆνα σμῆνι - ἕπονται R μελισσάων τάχα τοι καὶ σφῆκες; ἔσονται , οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς σφηκιαῖς scripsi: σφηκίαις περιπεσόντες. καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία καὶ φίλου χάρις. ὅρα δὲ τοὺς Φιλώτου καὶ Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἃ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρεβλοῦντες καὶ ἀποκτιννύοντες. ὡς γὰρ τὸν Κρέοντα τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδʼ ὁ πέπλος ὠφέλει, τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ αἰδοῦς αἰδοῦς H: πέδαις ἀχαλκεύτοις συνέζευκται ἀχαλκεύτοις συνέζευκται Stephanus: ἀχαλκεύτοισιν ἔζευκται πέδαις πέδαις H: πόδας , ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης Θουκυδίδης] II 51 τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φίλοις νοσοῦσιν ἠφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ τοὺς ἐπιτηδείους.