Thesauros Literature biography Περὶ ἀρετῆς καὶ κακιάς

Περὶ ἀρετῆς καὶ κακιάς

Περὶ ἀρετῆς καὶ κακιάς Plutarch
1 τὰ ἱμάτια δοκεῖ θερμαίνειν τὸν ἄνθρωπον, οὐκ αὐτὰ δήπου θερμαίνοντα θερμαίνοντα καὶ del. H καὶ προσβάλλοντα τὴν θερμότητα καθʼ ἑαυτὸ γὰρ ἕκαστον αὐτῶν ψυχρόν ἐστιν, ᾗ καὶ πολλάκις οἱ οἱ Stephanus καυματιζόμενοι καὶ πυρέττοντες ἐξ ἑτέρων ἕτερα μεταλαμβάνουσιν, ἀλλʼ ἣν ὁ ἄνθρωπος ἀναδίδωσιν ἐξ ἑαυτοῦ θερμότητα, ταύτην ἡ ἐσθὴς τῷ σώματι προσπεσοῦσα συνέχει καὶ περιστέλλει, καὶ καθειργνυμένην εἰς τὸ σῶμα οὐκ ἐᾷ πάλιν σκεδάννυσθαι. ταὐτὸ δὴ τοῦτο τοῖς πράγμασιν ὑπάρχον ἐξαπατᾷ τοὺς πολλούς, ὡς, ἂν οἰκίας μεγάλας περιβάλωνται καὶ πλῆθος ἀνδραπόδων καὶ χρημάτων συναγάγωσιν, ἡδέως βιωσομένους. τὸ δʼ ἡδέως ζῆν καὶ ἱλαρῶς οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τοὐναντίον ὁ ἄνθρωπος τοῖς περὶ αὑτὸν πράγμασιν ἡδονὴν καὶ χάριν ὥσπερ ἐκ πηγῆς τοῦ ἤθους προστίθησιν. 15 αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι,Nauck. p. 343. καὶ πλοῦτος; ἡδίων καὶ δόξα λαμπροτέρα καὶ δύναμις, ἂν τὸ ἀπὸ τῆς ψυχῆς ἔχῃ γῆθος· ὅπου καὶ πενίαν καὶ φυγὴν καὶ γῆρας ἐλαφρῶς καὶ προσηνῶς πρὸς εὐκολίαν καὶ πραότητα τρόπου φέρουσιν.
1 / 3 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme