11
οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης Σιμωνίδης] Bergk. 3 p. 407 ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ ὅστις τε κακός. Πίνδαρος Πίνδαρος] Pyth. III 81 δὲ ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται δαίονται Pindarus: δαίνυνται βροτοῖς. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν Σοφοκλῆς Σοφοκλῆς] Nauck. p. 248 δέ σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει; Εὐριπίδης Εὐριπίδης] Alc. 780 δὲ τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν; δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται. τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;