Thesauros Literature biography Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον Plutarch
26 διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην τύχην W: ψυχὴν λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν μυρομένοισι Μυρομένοισι] Ψ 109. α 423. ς 305 δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε. διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ τί δέ; παυσόμεθά ποτε λυπούμενοι ἢ ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου; τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν ἐσχάτης, καίτοι γʼ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς ἄλλης διαχύσεως. μεμηνότος οὖν ἐστι τὸ οὕτως ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλʼ εἰ λογίζοινθʼ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντʼ ἂν χρόνου δηλαδή τι ποιήσαντος· τὸ μὲν τὸ μὲν] τὸ H γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι ἀγένητον. οὐκοῦν τὸ νῦν παρʼ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι διʼ αὐτῶν τῶν αὐῶν τῶν] τῶν αὐτῶν? ἔργων. τί οὖν; ἆρά γʼ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδʼ ἐπιλογίσασθαι, ὅτι πλείη πλείη] Hesiod. OD 101 μὲν γαῖα κακῶν, πλείη δὲ θάλασσα καὶ τὰ τοιάδε θνητοῖσι κακὰ κακῶνBergk. 3 p. 689 ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δʼ εἴσδυσις οὐδʼ αἰθέρι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme