Thesauros Literature biography Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον Plutarch
34 ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος Meinek. IV p. 105 ἀλλʼ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρʼ ἦν ἐπιτεταγμένος ὁ νεανίσκος Ἀπόλλωνι καὶ μοίραις, μοίραις] Μούσαις Madvigius καὶ σὲ ἔδει ὑπʼ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον· τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν ἀνθρωπίνην, ἀλλʼ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν. ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλʼ εὐτάκτως τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἤδη πρὸς ἑαυτήν. ἀλλʼ ἄωρος ἄωρος Didotiana: ἀώρως ἐτελεύτησεν; οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν· ὁ βίος γάρ φησὶν Εὐριπίδης ὄνομʼ ἔχει μόνονNauck. p. 524 μόρος ἔχει μόνον μόρος scripsi: ἔχει πόνος γεγώς. γεγώς Nauckius: ἐγώ σʼ οὗτος δʼ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν. ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του ἔκ του scripsi: ἐκ τοῦ συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην. εἰ δʼ ὁ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν ᾧ διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme