16
ΖΕΥΞΙΠΠΟΣ. αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ ἑκάστου, πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων λέγομεν λέγομεν scripsi: λέγωμεν ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων περὶ ὀδόντων] περὶ τριοδόντων? ἐδίδαξε τὴν χρείαν, οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ μὴ] μηδὲν R γράφειν περὶ γυμνασίων. ἡ γὰρ καθʼ ἡμέραν τοῦ λόγου χρεία διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν, οὐ παλαιστικὴν οὐδὲ σαρκοῦσαν καὶ πυκνοῦσαν τὰ ἐκτὸς ὥσπερ οἰκοδομήματος, ἀλλὰ τοῖς ζωτικωτάτοις μέρεσι ῥώμην ἐνδιάθετον καὶ τόνον ἀληθινὸν ἐμποιοῦσαν. ὅτι μὲν γὰρ ἰσχὺν ἰσχὺν Meziriacus: ἰσχύειν δίδωσι τὸ πνεῦμα, δηλοῦσιν οἱ ἀλεῖπται, τοὺς ἀθλητὰς κελεύοντες ἀντερείδειν ταῖς τρίψεσι καὶ παρεγκόπτειν παρεγκάπτειν Madvigius: παρεγκόπτειν τείνοντας τείνοντας Meziriacus: τηροῦντας ἀεὶ τὰ πλασσόμενα μέρη καὶ ψηλαφώμενα τοῦ σώματος· ἡ δὲ φωνή, τοῦ πνεύματος οὖσα κίνησις, οὐκ ἐπιπολαίως ἀλλʼ ὥσπερ ἐν πηγαῖς περὶ τὰ σπλάγχνα ῥωννυμένη, τὸ θερμὸν αὔξει καὶ λεπτύνει τὸ αἷμα, καὶ πᾶσαν μὲν ἐκκαθαίρει φλέβα, πᾶσαν δʼ ἀρτηρίαν ἀνοίγει, σύστασιν δὲ καὶ πῆξιν ὑγρότητος οὐκ ἐᾷ περιττωματικῆς ὥσπερ ὑποστάθμην ἐγγενέσθαι τοῖς τὴν τροφὴν παραλαμβάνουσι καὶ κατεργαζομένοις ἀγγείοις. διὸ δεῖ μάλιστα ποιεῖν ἑαυτοὺς τούτῳ τῷ γυμνασίῳ συνήθεις καὶ συντρόφους ἐνδελεχῶς λέγοντας, ἂν δʼ ᾖ τις ὑποψία τοῦ σώματος ἐνδεέστερον ἢ κοπωδέστερον ἔχοντος, ἀναγιγνώσκοντας καὶ καὶ W: ἢ ἀναφωνοῦντας. ὅπερ γὰρ αἰώρα πρὸς γυμνάσιόν ἐστι, τοῦτο πρὸς διάλεξιν ἀνάγνωσις, ὥσπερ ἐπʼ ὀχήματος ἀλλοτρίου λόγου κινοῦσα μαλακῶς καὶ διαφοροῦσα πράως τὴν φωνήν. ἡ δὲ διάλεξις ἀγῶνα καὶ σφοδρότητα προστίθησιν, ἅμα τῆς ψυχῆς τῷ σώματι συνεπιτιθεμένης. κραυγὰς μέντοι περιπαθεῖς καὶ σπαραγμώδεις εὐλαβητέον· αἱ γὰρ ἀνώμαλοι προβολαὶ προβολαὶ Salmasius: προσβολαὶ καὶ διατάσεις τοῦ πνεύματος ῥήγματα καὶ σπάσματα ποιοῦσιν. ἀναγνόντα δʼ ἢ διαλεχθέντα λιπαρᾷ καὶ ἀλεεινῇ τρίψει χρηστέον πρὸ τοῦ περιπάτου καὶ μαλάξει τῆς σαρκός, ὡς ἀνυστόν ἀνυστόν Stephanus: ἀνοιστόν ἐστι, τῶν σπλάγχνων ποιούμενον ἁφὴν καὶ τὸ πνεῦμα πράως διομαλύνοντα καὶ διαχέοντα μέχρι τῶν ἄκρων. μέτρον δὲ τοῦ πλήθους τῆς τρίψεως ἔστω τὸ προσφιλὲς τῇ αἰσθήσει καὶ ἄλυπον. ὁ γὰρ οὕτω καταστήσας τὴν ἐν βάθει ταραχὴν καὶ διάτασιν τοῦ πνεύματος, ἀλύπῳ τε χρῆται τῷ περιττώματι, κἂν ἀκαιρία τις ἢ χρεία κωλύσῃ τὸν περίπατον, οὐδέν ἐστι πρᾶγμα· τὸ γὰρ οἰκεῖον ἡ φύσις ἀπείληφεν. ὅθεν οὔτε πλοῦν ποιητέον οὔτε καταγωγὴν ἐν πανδοκείῳ σιγῆς πρόφασιν, οὐδʼ ἂν πάντες καταγελῶσιν. ὅπου γὰρ οὐκ αἰσχρὸν τὸ φαγεῖν, οὐδὲ τὸ γυμνάζεσθαι δήπουθεν αἰσχρόν· ἀλλʼ αἴσχιον τὸ δεδοικέναι καὶ δυσωπεῖσθαι ναύτας καὶ ὀρεωκόμους καὶ πανδοκεῖς καταγελῶντας οὐ τοῦ σφαιρίζοντος καὶ σκιαμαχοῦντος ἀλλὰ τοῦ λέγοντος, ἂν ἅμα διδάσκῃ τι καὶ ζητῇ καὶ μανθάνῃ καὶ ἀναμιμνῄσκηται γυμναζόμενος. ὁ μὲν γὰρ Σωκράτης Σωκράτης] Xenoph. Conv. II 18 ἔλεγεν ὅτι τῷ κινοῦντι διʼ ὀρχήσεως αὑτὸν ἑπτάκλινος οἶκος ἱκανός ἐστιν ἐγγυμνάζεσθαι, τῷ δὲ διʼ ᾠδῆς λόγου γυμναζομένῳ γυμνάσιον ἀποχρῶν γυμναζομένῳ γυμνάσιον ἀποχρῶν R: γυμνάσιον ἀπόχρη γυμναζομένῳ καὶ ἑστῶτι καὶ κατακειμένῳ πᾶς τόπος παρέχει. μόνον ἐκεῖνο φυλακτέον, ὅπως μήτε πλησμονὴν μήτε λαγνείαν μήτε κόπον ἑαυτοῖς συνειδότες ἐντεινώμεθα τῇ φωνῇ τραχύτερον , ὃ πάσχουσι πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν, οἱ μὲν ὑπὸ δόξης καὶ φιλοτιμίας, οἱ δὲ διὰ μισθοὺς ἢ πολιτικὰς ἁμίλλας ἐξαγόμενοι παρὰ τὸ συμφέρον ἀγωνίζεσθαι. Νίγρος δʼ ὁ ἡμέτερος ἐν Γαλατίᾳ σοφιστεύων ἄκανθαν ἐτύγχανεν ἰχθύος καταπεπωκώς. ἑτέρου δʼ ἐπιφανέντος ἔξωθεν σοφιστοῦ καὶ μελετῶντος, ὀρρωδῶν ὑφειμένου δόξαν παρασχεῖν, ἔτι τῆς ἀκάνθης ἐνισχομένης ἐμελέτησε· μεγάλης δὲ φλεγμονῆς καὶ σκληρᾶς γενομένης, τὸν πόνον οὐ φέρων ἀνεδέξατο τομὴν ἔξωθεν βαθεῖαν. ἡ μὲν οὖν ἄκανθα διὰ τοῦ τραύματος ἐξῃρέθη, τὸ δὲ τραῦμα χαλεπὸν γενόμενον καὶ ῥευματικὸν ἀνεῖλεν αὐτόν. ἀλλὰ ταῦτα μὲν ἄν τις ὕστερον εὐκαίρως ὑπομνήσειε.