17
ΖΕΥΞΙΠΠΟΣ. λουτρῷ δὲ χρῆσθαι γυμνασαμένους ψυχρῷ μὲν ἐπιδεικτικὸν καὶ νεανικὸν μᾶλλον ἢ ὑγιεινόν ἐστιν. ἣν γὰρ δοκεῖ ποιεῖν δυσπάθειαν πρὸς τὰ ἔξω καὶ σκληρότητα τοῦ σώματος, αὕτη μεῖζον ἀπεργάζεται περὶ τὰ ἐντὸς κακόν, ἐνισταμένη τοῖς πόροις καὶ τὰ ὑγρὰ συνάγουσα καὶ πηγνύουσα τὰς ἀναθυμιάσεις ἀεὶ χαλᾶσθαι καὶ διαφορεῖσθαι βουλομένας. ἔτι δʼ ἀνάγκη τοὺς ψυχρολουτοῦντας εἰς ἐκείνην αὖθις μεταβαίνειν ἣν φεύγομεν ἀκριβῆ καὶ τεταγμένην ἀποτόμως δίαιταν, ἀεὶ προσέχοντας αὑτοῖς μὴ παραβαίνωσι παραβαίνωσι R: παραβαίνειν ταύτην , ὡς εὐθὺς ἐξελεγχομένου πικρῶς παντὸς ἁμαρτήματος. ἡ δὲ θερμολουσία δίδωσι πολλὴν πολλὴν idem: πολλῷ συγγνώμην. οὐ γὰρ τοσοῦτον εὐτονίας ὑφαιρεῖ καὶ ῥώμης, ὅσον ὠφελεῖ πρὸς ὑγίειαν, ἐνδόσιμα τῇ πέψει καὶ μαλακὰ μαλακτικὰ H παρέχουσα, τοῖς δὲ τὴν πέψιν διαφεύγουσιν, ἄν γε δὴ μὴ παντάπασιν ὠμὰ καὶ μετέωρα μείνῃ, διαχύσεις ἀλύπους παρασκευάζουσα καὶ κόπους ἐκλεαίνουσα λανθάνοντας. οὐ μὴν ἀλλʼ ὅταν ἡ φύσις παρέχῃ μετρίως διακειμένου καὶ ἱκανῶς τοῦ σώματος αἴσθησιν, ἐατέον τὸ βαλανεῖον. ἄλειμμα δὲ τὸ πρὸς πυρὶ πῦρ R βέλτιον, ἂν ἀλέας δέηται τὸ σῶμα, ταμιεύεται γὰρ αὑτῷ τῆς θερμότητος. ὁ δʼ ἥλιος οὔτε μᾶλλον οὔθʼ ἧττον ἀλλʼ ὡς κέκραται πρὸς τὸν ἀέρα κεχρῆσθαι δίδωσι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ γυμνασίων.