Thesauros Literature biography Ὑγιεινὰ παραγγέλματα

Ὑγιεινὰ παραγγέλματα

Ὑγιεινὰ παραγγέλματα Plutarch
21 ΖΕΥΞΙΠΠΟΣ. ἐπεὶ δʼ Ἀριστοτέλης οἴεται τῶν δεδειπνηκότων τὸν μὲν περίπατον ἀναρριπίζειν τὸ θερμόν, τὸν δʼ ὕπνον, ἂν εὐθὺς καθεύδωσι, καταπνίγειν, ἕτεροι δὲ τὴν μὲν ἡσυχίαν οἴονται τὰς πέψεις βελτίονας ποιεῖν, τὴν δὲ κίνησιν ταράττειν τὰς ἀναδόσεις, καὶ τοῦτο τοὺς μὲν περιπατεῖν εὐθὺς ἀπὸ δείπνου τοὺς δʼ ἀτρεμεῖν πέπεικεν, ἀμφοτέρων ἂν οἰκείως ἐφάπτεσθαι δόξειεν ὁ τὸ μὲν σῶμα συνθάλπων καὶ συνέχων μετὰ τὸ δεῖπνον, τὴν δὲ διάνοιαν μὴ καταφερόμενος μηδʼ ἀργῶν εὐθὺς ἀλλʼ ὥσπερ εἴρηται διαφορῶν ἐλαφρῶς τὸ πνεῦμα καὶ λεπτύνων τῷ λαλεῖν τι καὶ ἀκούειν τῶν προσηνῶν καὶ μὴ δακνόντων μηδὲ βαρυνόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme