Thesauros Literature biography Ὑγιεινὰ παραγγέλματα

Ὑγιεινὰ παραγγέλματα

Ὑγιεινὰ παραγγέλματα Plutarch
24 ΖΕΥΞΙΠΠΟΣ. οὐ γὰρ ἀργίας ὤνιον ἡ ὑγίεια καὶ ἀπραξίας, ἅ γε δὴ μέγιστα κακῶν ταῖς νόσοις πρόσεστι, καὶ οὐδὲν διαφέρει τοῦ τὰ ὄμματα τῷ μὴ διαβλέπειν καὶ τὴν φωνὴν τῷ μὴ φθέγγεσθαι φυλάττοντος ὁ τὴν ὑγίειαν ἀχρηστίᾳ καὶ ἡσυχίᾳ σῴζειν οἰόμενος· πρὸς οὐδὲν γὰρ ἑαυτῷ χρήσαιτʼ ἄν τις ὑγιαίνοντι κρεῖττον κρεῖττον ἢ Meziriacus: κερίττονι ὡς σὺ scripsi: καὶ οὐ ἢ πρὸς πολλὰς ὡς σὺ φιλανθρώπους πράξεις. ἥκιστα δὴ τὴν ἀργίαν ὑγιεινὸν ὑποληπτέον, εἰ τὸ τῆς ὑγιείας τέλος ἀπόλλυσι, καὶ οὐδʼ ἀληθές ἐστι τὸ μᾶλλον ὑγιαίνειν τοὺς ἡσυχίαν ἄγοντας· οὔτε γὰρ Ξενοκράτης μᾶλλον διυγίαινε Φωκίωνος οὔτε Δημητρίου Θεόφραστος, Ἐπίκουρόν τε καὶ τοὺς περὶ Ἐπίκουρον οὐδὲν ὤνησε πρὸς τὴν ὑμνουμένην σαρκὸς εὐστάθειαν ἡ πάσης φιλοτιμίαν ἐχούσης πράξεως ἀπόδρασις. ἀλλὰ καὶ ἑτέραις ἐπιμελείαις διασωστέον ἐστὶ τῷ σώματι τὴν κατὰ φύσιν ἕξιν, ὡς παντὸς βίου καὶ νόσον δεχομένου καὶ ὑγίειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολιτικοῖς ἔφη παραινετέον εἶναι τοὐναντίον οὗ Πλάτων Πλάτων] Legg. p. 643 b παρῄνει τοῖς νέοις. ἐκεῖνος μὲν γὰρ λέγειν ἐκ τῆς διατριβῆς ἀπαλλαττόμενος εἰώθει ἄγε, ὅπως εἰς καλόν τι καταθήσεσθε τὴν σχολήν, ὦ παῖδες· ἡμεῖς δʼ ἂν τοῖς πολιτευομένοις παραινέσαιμεν εἰς τὰ καλὰ χρῆσθαι τοῖς πόνοις καὶ ἀναγκαῖα, μὴ μικρῶν ἕνεκα μηδὲ φαύλων τὸ σῶμα παρατείνοντας, ὥσπερ οἱ πολλοὶ κακοπαθοῦσιν ἐπὶ τοῖς τυχοῦσιν, ἀποκναίοντες ἑαυτοὺς ἀγρυπνίαις καὶ πλάναις καὶ περιδρομαῖς εἰς οὐδὲν χρηστὸν οὐδʼ ἀστεῖον, ἀλλʼ ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονεικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον Δημόκριτον] Mullach. 1 p. 342 εἰπεῖν ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν. ἴσως μὲν γάρ τι τι] τοι R καὶ Θεόφραστος ἀληθὲς εἶπεν, εἰπὼν ἐν μεταφορᾷ πολὺ τῷ σώματι τελεῖν ἐνοίκιον τὴν ψυχήν. πλείονα μέντοι τὸ σῶμα τῆς ψυχῆς ἀπολαύει κακὰ μὴ κατὰ λόγον αὐτῷ χρωμένης μηδʼ ὡς προσήκει θεραπευόμενον ὅταν γὰρ ἐν πάθεσιν ἰδίοις γένηται καὶ ἀγῶσι καὶ σπουδαῖς, ἀφειδεῖ τοῦ σώματος. ὁ μὲν οὖν Ἰάσων οὐκ οἶδʼ ὅ τι παθὼν τὰ μικρὰ δεῖν ἀδικεῖν ἔλεγεν ἕνεκεν τοῦ τὰ μεγάλα δικαιοπραγεῖν ἡμεῖς δʼ ἂν εὐλόγως τῷ πολιτικῷ παραινέσαιμεν τὰ μικρὰ ῥᾳθυμεῖν καὶ σχολάζειν καὶ ἀναπαύειν αὑτὸν ἐν ἐκείνοις, εἰ βούλεται πρὸς τὰς καλὰς πράξεις καὶ μεγάλας μὴ διάπονον ἔχειν τὸ σῶμα μηδʼ ἀμβλὺ μηδʼ ἀπαγορεῦον ἀλλʼ ὥσπερ ἐν νεωλκίᾳ τῇ σχολῇ τεθεραπευμένον, ὅπως αὖθις ἐπὶ τὰς χρείας τῆς ψυχῆς ἀγούσης; ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχῃBergk. 2 p. 445

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme