25
ΖΕΥΞΙΠΠΟΣ. διὸ τῶν πραγμάτων διδόντων ἀναληπτέον ἑαυτοὺς μήθʼ ὕπνου φθονοῦντας τῷ σώματι μήτʼ ἀρίστου μήτε ῥᾳστώνης τὸν τὸν Salmasius: τὸ μέσον ἡδυπαθείας καὶ κακοπαθείας κακοπαθείας idem: κακοπαθείας μήτε φυλαττούσης φυλάττοντας W ὅρον, οἷον οἷον] ὃν Salmasius οἱ πολλοὶ μὴ πολλοὶ μὴ idem: πολλοὶ φυλάττοντες ἐπιτρίβουσι τὸ σῶμα ταῖς μεταβολαῖς ὥσπερ τὸν βαπτόμενον σίδηρον, ὅταν ἐνταθῇ καὶ πιεσθῇ σφόδρα τοῖς πόνοις, αὖθις ἐν ἡδοναῖς τηκόμενον ἀμέτρως καὶ λειβόμενον, λειβόμενον W: θλιβόμενον εἶτα πάλιν ἐξ ἀφροδισίων καὶ οἴνου διάλυτον καὶ μαλακὸν εἰς ἀγορὰν ἢ αὐλὴν ἤ τινα πραγματείαν διαπύρου καὶ συντόνου δεομένην σπουδῆς ἐλαυνόμενον. Ἡράκλειτος μὲν γὰρ ὑδρωπιάσας ἐκέλευσεν αὐχμὸν ἐξ ἐπομβρίας ποιῆσαι τὸν ἰατρόν· οἱ δὲ πολλοὶ τοῦ παντὸς ἁμαρτάνουσιν, ὅταν ἐν κόποις καὶ πόνοις καὶ ἐνδείαις γένωνται, μάλιστα ταῖς ἡδοναῖς ἐξυγραίνειν καὶ ἀνατήκειν τὰ σώματα παραδιδόντες, αὖθις δὲ μετὰ τὰς ἡδονὰς οἷον ἐπιστρέφοντες καὶ κατατείνοντες. ἡ γὰρ φύσις οὐ ζητεῖ τοιαύτην ἀνταπόδοσιν τοῦ σώματος. ἀλλὰ τῆς ψυχῆς τὸ ἀκόλαστον καὶ ἀνελεύθερον ἐκ τῶν ἐπιπόνων ὥσπερ οἱ ναῦται πρὸς ἡδονὰς καὶ ἀπολαύσεις ὕβρει φερόμενον καὶ μετὰ τὰς ἡδονὰς πάλιν ἐπʼ ἐργασίας καὶ πορισμοὺς ὠθούμενον οὐκ ἐᾷ λαβεῖν τὴν φύσιν ἧς μάλιστα δεῖται καταστάσεως καὶ γαλήνης, ἀλλʼ ἐξίστησι καὶ ταράττει διὰ τὴν ἀνωμαλίαν. οἱ δὲ νοῦν ἔχοντες ἥκιστα μὲν ἡδονὰς πονοῦντι τῷ σώματι προσφέρουσιν οὐ γὰρ δέονται τὸ παράπαν οὐδὲ μέμνηνται τῶν τοιούτων πρὸς τῷ καλῷ τῆς πράξεως τὴν διάνοιαν ἔχοντες, καὶ τῷ χαίροντι τῆς· ψυχῆς ἢ σπουδάζοντι τὰς ἄλλας ἐξαμαυροῦντες ἐπιθυμίας. τὰς ἄλλας - ἐπιθυμίας Xylander: ταῖς ἄλλαις - ἐπιθυμίαις ὅπερ γάρ φασιν εἰπεῖν τὸν Ἐπαμεινώνδαν μετὰ παιδιᾶς, ἀνδρὸς ἀγαθοῦ περὶ τὰ Λευκτρικὰ νόσῳ τελευτήσαντος, ὦ Ἡράκλεις, πῶς ἐσχόλασεν ἁνὴρ ἀποθανεῖν ἐν τοσούτοις πράγμασι, τοῦτʼ ἀληθῶς ἔστιν εἰπεῖν ἐπʼ ἀνδρὸς ἢ πολιτικὴν πρᾶξιν ἢ φιλόσοφον φροντίδα διὰ χειρὸς ἔχοντος, τίς δὲ σχολὴ τῷ ἀνδρὶ τούτῳ νῦν ἀπεπτεῖν ἢ μεθύειν ἢ λαγνεύειν; γενόμενοι δὲ πάλιν ἀπὸ τῶν πράξεων ἐν ἡσυχίᾳ κατατίθενται τὸ σῶμα καὶ διαναπαύουσι, τῶν τε πόνων τοὺς ἀχρήστους καὶ μᾶλλον ἔτι τῶν ἡδονῶν τὰς οὐκ ἀναγκαίας ὡς τῇ φύσει πολεμίας φυλαττόμενοι καὶ φεύγοντες.