Thesauros Literature biography Ὑγιεινὰ παραγγέλματα

Ὑγιεινὰ παραγγέλματα

Ὑγιεινὰ παραγγέλματα Plutarch
27 ΖΕΥΞΙΠΠΟΣ. ὅσα μὲν γὰρ μικρολογίας καὶ ἀνελευθερίας προσκρούματα λαμβάνουσιν οἱ πολλοὶ περί τε συγκομιδὰς καρπῶν καὶ τηρήσεις ἐπιπόνους, ἀγρυπνίαις καὶ περιδρομαῖς ἐξελέγχοντες τὰ σαθρὰ καὶ ὕπουλα τοῦ σώματος, οὐκ ἄξιόν ἐστι δεδιέναι μὴ πάθωσιν ἄνδρες φιλόλογοι καὶ πολιτικοί, πρὸς οὓς ἐνέστηκεν ἡμῖν ὁ λόγος· ἀλλʼ ἑτέραν τινὰ φυλακτέον ἐστὶ τούτοις δριμυτέραν ἐν γράμμασι καὶ μαθήμασι μικρολογίαν, ὑφʼ ἧς ἀφειδεῖν καὶ ἀμελεῖν τοῦ σώματος ἀναγκάζονται, πολλάκις ἀπαγορεύοντος οὐκ ἐνδιδόντες ἀλλὰ προσβιαζόμενοι θνητὸν ἀθανάτῳ καὶ γηγενὲς Ὀλυμπίῳ συναμιλλᾶσθαι καὶ συνεξανύτειν. εἶθʼ ὡς ὁ βοῦς πρὸς τὴν ὁμόδουλον ἔλεγε κάμηλον, ἐπικουφίσαι τοῦ φορτίου μὴ βουλομένην, ἀλλὰ κἀμὲ καὶ ταῦτα πάντα μετὰ μικρὸν οἴσεις , ὃ καὶ συνέβη τελευτήσαντος αὐτοῦ, οὕτω συμβαίνει τῇ ψυχῇ· μικρὰ χαλάσαι καὶ παρεῖναι μὴ βουλομένη πονοῦντι καὶ δεομένῳ, μετʼ ὀλίγον πυρετοῦ τινος ἢ σκοτώματος ἐμπεσόντος ἀφεῖσα τὰ βιβλία καὶ τοὺς λόγους καὶ τὰς διατριβὰς ἀναγκάζεται συννοσεῖν ἐκείνῳ καὶ συγκάμνειν. ὀρθῶς οὖν ὁ Πλάτων Πλάτων] Tim. p. 88 b Phaedr. p. 246 b παρῄνεσε μήτε σῶμα κινεῖν ἄνευ ψυχῆς μήτε ψυχὴν ἄνευ σώματος, ἀλλʼ οἷόν τινα ξυνωρίδος ἰσορροπίαν διαφυλάττειν , ὅτι ὅτι R: ὅτε μάλιστα τῇ ψυχῇ συνεργεῖ τὸ σῶμα καὶ συγκάμνει, πλείστην ἐπιμέλειαν αὐτῷ καὶ θεραπείαν ἀποδιδόντας καὶ τὴν καλὴν καὶ ἐράσμιον ὑγίειαν ὑγίειαν idem: ὑγίειαν ἀποδιδοντας ὧν δίδωσιν ἀγαθῶν κάλλιστον ἡγουμένους διδόναι τὸ πρὸς κτῆσιν ἀρετῆς καὶ χρῆσιν ἔν τε λόγοις καὶ πράξεσιν ἀκώλυτον αὐτῶν.
← Previous 26 / 26

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme