Thesauros Literature biography Γαμικὰ παραγγέλματα

Γαμικὰ παραγγέλματα

Γαμικὰ παραγγέλματα Plutarch
3 ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατʼ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται προφάσεως , χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται.
4 ὥσπερ τὸ πῦρ ἐξάπτεται μὲν εὐχερῶς ἐν ἀχύροις καὶ θρυαλλίδι καὶ θριξὶ λαγῴαις, σβέννυται δὲ τάχιον ἂν μή τινος· ἑτέρου δυναμένου στέγειν ἅμα καὶ τρέφειν ἐπιλάβηται, οὓτω τὸν ἀπὸ σώματος καὶ ὥρας ὀξὺν ἔρωτα τῶν νεογάμων ἀναφλεγόμενον δεῖ μὴ διαρκῆ μηδὲ βέβαιον νομίζειν, ἂν μὴ περὶ τὸ ἦθος ἱδρυθεὶς καὶ τοῦ φρονοῦντος ἁψάμενος ἔμψυχον λάβῃ διάθεσιν.
5 ἡ διὰ τῶν φαρμάκων θήρα ταχὺ μὲν αἱρεῖ καὶ λαμβάνει ῥᾳδίως τὸν ἰχθύν, ἄβρωτον δὲ ποιεῖ καὶ φαῦλον· οὕτως αἱ φίλτρα τινὰ καὶ γοητείας ἐπιτεχνώμεναι τοῖς ἀνδράσι καὶ χειρούμεναι διʼ ἡδονῆς αὐτοὺς ἐμπλήκτοις καὶ ἀνοήτοις, καὶ διεφθαρμένοις συμβιοῦσιν. οὐδὲ γὰρ τὴν Κίρκην ὤνησαν οἱ καταφαρμακευθέντες, οὐδʼ ἐχρήσατο πρὸς οὐδὲν αὐτοῖς ὑσὶ καὶ ὄνοις γενομένοις, τὸν δʼ Ὀδυσσέα νοῦν ἔχοντα καὶ συνόντα φρονίμως ὑπερηγάπησεν.
6 αἱ βουλόμεναι μᾶλλον ἀνοήτων κρατεῖν ἀνδρῶν ἢ φρονίμων ἀκούειν ἐοίκασι τοῖς ἐν ὁδῷ βουλομένοις μᾶλλον ὁδηγεῖν τυφλοὺς; ἢ τοῖς γιγνώσκουσιν ἀκολουθεῖν καὶ βλέπουσι.
7 τὴν Πασιφάην ἀπιστοῦσι βοὸς ἐρασθῆναι βασιλεῖ συνοῦσαν, ἐνίας ὁρῶσαι τοὺς μὲν αὐστηροὺς καὶ σώφρονας βαρυνομένας, τοῖς δʼ ἐξ ἀκρασίας καὶ φιληδονίας κεκραμένοις κεκρατημένοις Coraes ὥσπερ κυσὶν ἢ τράγοις ἥδιον συνούσας.
8 οἱ τοῖς ἵπποις ἐφάλλεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν αὐτοὺς ἐκείνους ὀκλάζειν καὶ ὑποπίπτειν διδάσκουσιν οὕτως ἔνιοι τῶν λαβόντων εὐγενεῖς ἢ πλουσίας γυναῖκας οὐχ ἑαυτοὺς ποιοῦσι βελτίους ἀλλʼ ἐκείνας περικολούουσιν , ὡς μᾶλλον ἄρξοντες ταπεινῶν γενομένων· δεῖ δʼ ὥσπερ ἵππου τὸ μέγεθος φυλάττοντα καὶ τὸ ἀξίωμα τῆς γυναικὸς χρῆσθαι τῷ χαλινῷ
9 τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη· τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme