6
τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος ἔχειν τοιαύτην διαφοράν; οἱ μὲν μὲν Pflugkius: μὲν οὖν οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ κακοὺς ὑπάρχειν νομίζουσιν· οἱ μὲν παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἄμικτον ἄγριον εἶναι καὶ θηριῶδες. εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, καὶ τοιαῦτα πλάττουσι καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι· φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ μεγαλοφροσύνης καὶ εὐμενείας καὶ κηδεμονίας. περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα. καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ ἀγαθόν, ἡ δὲ δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα. φοβοῦνται τοὺς θεοὺς καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται καὶ καταμέμφονται. κοινὸν ἀνθρώπων τὸ μὴ πάντα διευτυχεῖν· κεῖνοι γάρ τʼ γάρ τʼ p. 1076 a: γὰρ ἄνοσοι καὶ ἀγήραοι πόνων τʼ ἄπειροι, βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος, ὁ Πίνδαρός Πίνδαρος] Bergk. 1 p. 432 φησι, τὰ δʼ ἀνθρώπινα πάθη καὶ πράγματα μέμικται συντυχίαις ἄλλοτʼ ἄλλως ῥεούσαις.