Thesauros Literature biography Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας Plutarch
9 τοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ καιροῖς ἡ δεισιδαιμονία, βελτίων δʼ οὐδὲν οὐδʼ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος. ἥδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις. ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν καὶ Σαρδόνιον γέλωτα τοῖς ποιουμένοις καί που παραφθεγγόμενον ἀτρέμα πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι νομίζοντες, ἄλλο δʼ οὐδὲν ἔχοντα κακόν. ὁ δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδʼ ἥδεσθαι, πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,Soph. OR 4 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων ἡ ψυχὴ τοῦ δεισιδαίμονος. ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος ὅτι βέλτιστοι γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες· τότε γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων φωλεοῖς ἢ χειαῖς δρακόντων ἢ μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἢ ἀνακτόροις προσιόντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme