Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
26.28 πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, ὁ Παρμενίων μὴ θαυμάσητε εἶπεν εἰ καθεύδει νῦν Φίλιππος· ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.
26.29 ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ὁ ψάλτης μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.
26.30 ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο, πῶς πρὸς ἀλλήλους ἔχουσιν οἱ Ἕλληνες· καὶ ὁ Δημάρατος πάνυ γοῦν ἔφη σοὶ περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.
26.31 πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπʼ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν· ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα καὶ μὴ βασίλευε εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.

Ἀλεξάνδρου

27.1 Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδας ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει τῶν δὲ παίδων λεγόντων ὅτι σοὶ ταῦτα κτᾶται· τί δὲ ὄφελος εἶπεν ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;
27.2 ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, εἴγε ἔφη βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς,
27.3 ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ὅ τι τηνικαῦτα; τῆς δὲ εἰπούσης περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι, κατακλῖναι] κατακλινῆσαι Herwerdenus πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ διʼ αὐτοὺς μοιχὸς γενόμενος.
27.4 ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης ὁ παιδαγωγός οὕτως εἶπεν ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς. ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτόν· ἀπέσταλκά σοι τάλαντα ἑκατὸν ἓκατὸν S λιβανωτοῦ καὶ κασίας, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme