26.30
ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο πῶς πρὸς ἀλλήλους ἔχουσιν ἔχουσιν] Hatzidakis would add ὁμονοίας from Moralia, 70 c, and Life of Alexander, chap. ix., but it is not absolutely necessary. οἱ Ἕλληνες καὶ ὁ Δημάρατος, πάνυ γοῦν, ἔφη, σοὶ περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων. ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.
26.31
πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπʼ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα, καὶ μὴ βασίλευε, εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.
Ἀλέξανδρος
27.1
Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδας, ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει. τῶν δὲ παίδων λεγόντων ὅτι σοὶ ταῦτα κτᾶται τί δὲ ὄφελος, εἶπεν, ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;
27.2
ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, εἴγε, ἔφη, βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς.
27.3
ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ὅ τι τηνικαῦτα· τῆς δὲ εἰπούσης, περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι, κατακλῖναι] κατακλινῆναι van Herwerden. πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ διʼ αὐτοὺς μοιχὸς γενόμενος.
27.4
Ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης ὁ παιδαγωγός, οὕτως, εἶπεν, ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς. ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν ἀπέσταλκά σοι τάλαντα ἑκατὸν ἐκατὸν omitted in nearly all mss. but is in the Life of Alexander, chap. xxv. λιβανωτοῦ καὶ κασίας, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.
27.5
μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι παρεκάλει τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων.