Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
27.13 Παραταττομένου δὲ τοῦ στρατεύματος ἰδών τινα τῶν στρατιωτῶν τὸ ἀκόντιον ἐναγκυλούμενον ἐξέωσε τῆς φάλαγγος ὡς ἄχρηστον, ὃς παρασκευάζεται δὴ νῦν, ὅτε χρῆσθαι δεῖ τοῖς ὅπλοις.
27.14 ἐπιστολὴν δὲ παρὰ τῆς μητρὸς ἀναγινώσκων ἀπορρήτους κατʼ Ἀντιπάτρου διαβολὰς ἔχουσαν, ἅμα τοῦ Ἡφαιστίωνος ὥσπερ εἰώθει συναναγινώσκοντος, οὐκ ἐκώλυσεν ὡς δὲ ἀνέγνω τὸν δακτύλιον ἀφελόμενος τὸν ἑαυτοῦ τῷ στόματι τῷ ἐκείνου τὴν σφραγῖδα ἐπέθηκεν.
27.15 ἐν δὲ Ἄμμωνος ὑπὸ τοῦ προφήτου παῖς Διὸς προσαγορευθεὶς οὐδέν γε, ἔφη, θαυμαστόν, πάντων μὲν γὰρ ὁ Ζεὺς φύσει πατήρ ἐστιν, ἑαυτοῦ δὲ ποιεῖται τοὺς ἀρίστους.
27.16 τοξεύματι δὲ πληγεὶς εἰς τὸ σκέλος, ὡς πολλοὶ συνέδραμον τῶν πολλάκις εἰωθότων αὐτὸν θεὸν προσαγορεύειν, διαχυθεὶς τῷ προσώπῳ, τουτὶ μὲν αἷμα, εἶπεν, ὡς ὁρᾶτε, καὶ οὐκ ἰχώρ, οἷόσπέρ τε ῥέει μακάρεσσι θεοῖσιν.
27.17 ἐπαινούντων δὲ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς, ἔξωθεν, εἶπεν, Ἀντίπατρος λευκοπάρυφός ἐστι, τὰ δὲ ἔνδον ὁλοπόρφυρος.
27.18 ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.
27.19 Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν· ἐκείνου δὲ ὁμολογήσαντος, ὦ μιαρέ, εἶπεν,- οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;
27.20 πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι· τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετʼ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώς, ἀλλʼ οὐδʼ ἐρασθῆναί τινος ἔξεστι διʼ ὑμᾶς.
27.21 ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλατταν, ἐνεδείχθη τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλατταν, ἠρώτησεν ὁ Ἀλέξανδρος, πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν, οὐκοῦν, ἔφη, ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme