27.22
τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θετταλοὺς ὅτι γῆν γῆν Hatzidakis and Kronenberg: τὴν. ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται.
27.23
τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε· ἐπεὶ δὲ ἀγόμενος ἀγόμενος] ἀπαγόμενος Maximus et Antonius, Sententiae, p. 569. ὁ ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι.
27.24
ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προεκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλʼ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον εἶναι, πότερος εὖ ποιῶν περιγένηται.
27.25
περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας ὅτι τὸ μὲν χωρίον δυσάλωτὸν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι νῦν, ἔφη, τὸ χωρίον εὐάλωτόν ἐστιν.
27.26
ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.
27.27
μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ, εἶπε, τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ῥήματος] πράγματος (?); Heracles was not noted for his words! γράμματος E. Capps. ἀνταξίας εἶναι τοῦ Ἡρακλέους.