Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
36.1 Εὐμένης ἐπιβουλευθεὶς ὑπὸ Περσέως ἔδοξε τεθνάναι τῆς δὲ φήμης εἰς Πέργαμον κομισθείσης, Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ περιθέμενος τὸ διάδημα καὶ τὴν γυναῖκα γήμας ἐβασίλευσε· πυθόμενος δὲ προσιόντα ζῶντα τὸν ἀδελφὸν ἀπήντησεν ὥσπερ εἰώθει μετὰ τῶν σωματοφυλάκων δοράτιον ἔχων· ὁ δὲ Εὐμένης φιλοφρόνως ἀσπασάμενος αὐτὸν καὶ πρὸς τὸ οὖς εἰπών μὴ σπεῦδε γῆμαι πρὶν τελευτήσαντʼ ἴδῃς, οὐδὲν ἄλλο παρὰ πάντα τὸν βίον οὔτʼ εἶπεν ὕποπτον οὔτε ἐποίησεν, ἀλλὰ καὶ τελευτῶν ἐκείνῳ τὴν γυναῖκα καὶ τὴν βασιλείαν ἀπέλιπεν. ἀνθʼ ὧν ἐκεῖνος οὐδὲν ἐξ ἑαυτοῦ τέκνον ἔθρεψε, πολλῶν γενομένων, ἀλλὰ τῷ Εὐμένους υἱῷ τὴν βασιλείαν ἔτι ζῶν ἐνηλίκῳ γενομένῳ παρέδωκε.

Πύρρου τοῦ Ἠπειρώτου

37.1 Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι καταλείψει τὴν βασιλείαν· καὶ ὁ Πύρρος εἶπεν ὃς ἂν ὑμῶν ὀξυτέραν ἔχῃ τὴν μάχαιραν.
37.2 ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας Καφισίας*: καφίσιος αὐλητὴς ἀμείνων Πολυσπέρχων Πολυσπέρχων X: πολυπέρχων ἔφη στρατηγός.
37.3 ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, ἂν ἔτι ἔφη μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.
37.4 ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους οἵαν ἔφη Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.
37.5 τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων τί γάρ εἶπεν οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;
37.6 ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθʼ ἡμέραν πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δὲ τὸν πρῶτον ἠρώτησεν , εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ· καὶ ὁ νεανίσκος ταῦτα εἶπεν ὦ βασιλεῦ· πλείονα δʼ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.

Ἀντιόχου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme