Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
39.16 ᾐτήσατο δὲ καὶ χρόνον, ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν.
39.17 πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος γενόμενος πρὸς τοὺς παῖδας εἶπεν ὦ παῖδες, ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν. ἀπωλώλειμεν*: ἀπολώλειμεν

Μυρωνίδου

40.1 Μυρωνίδης παρήγγειλεν ἔξοδον Ἀθηναίοις ἐπὶ Βοιωτοὺς στρατεύων ἐνστάσης δὲ τῆς ὥρας καὶ τῶν λοχαγῶν λεγόντων μηδέπω πάντας παρεῖναι, πάρεισιν εἶπεν οἱ μέλλοντες μάχεσθαι· καὶ χρησάμενος αὐτοῖς προθύμοις ἐνίκησε τοὺς πολεμίους.

Ἀριστείδου

41.1 Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθʼ αὑτὸν ἐπολιτεύετο καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης
41.2 ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ Ἀριστείδου, γινώσκεις γάρ ἔφη τὸν Ἀριστείδην; τοῦ δὲ ἀνθρώπου γινώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν.
41.3 ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ βούλει φησὶν ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν; ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.
41.4 τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν,. ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.
41.5 Αἰσχύλου Αἰσχύλου] Sept. adv. Th. 576 δὲ ποιήσαντος εἰς Ἀμφιάραον οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα· καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.

Περικλέους

42.1 Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε πρόσεχε, Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων.
42.2 ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς.
42.3 πρὸς δὲ φίλον τινὰ μαρτυρίας ψευδοῦς δεόμενον, προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.
42.4 μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν , ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον διʼ αὐτὸν ἐνεδύσατο.

Ἀλκιβιάδου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme