41.3
ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ, βούλει, φησίν, ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν; ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.
41.4
τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.
41.5
Αἰσχύλου δὲ ποιήσαντος εἰς Ἀμφιάραον, οὐ γὰρ δοκεῖν ἄριστος ἄριστος] δίκαιος, Life of Aristeides, chap. iii. ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἐξ] ἀφʼ in some mss. ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα· καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.
Περικλέους
42.1
Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε, πρόσεχε, Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων.
42.2
ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς.
42.3
πρὸς δὲ φίλον τινὰ ψευδοῦς μαρτυρίας δεόμενον, ᾗ προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.
42.4
μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον διʼ αὐτὸν ἐνεδύσατο.
Ἀλκιβιάδου
43.1
Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ· καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος· εἰπόντος δὲ ἐκείνου, δάκνεις ὡς αἱ γυναῖκες, οὐ μὲν οὖν, εἶπεν, ἀλλʼ ὡς οἱ λέοντες.
43.2
ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἐωνημένον] ἐωνημένος Hartman, possible but not imperative. ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐράν ὅπως, ἔφη, τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ, καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.
43.3
προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας αὐτῷ κόνδυλον παρῆλθεν.
43.4
ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον, ἔφη, σκοπεῖν ἦν, ὅπως οὐκ οὐκ Cobet: μὴ οὐκ. ἀποδώσει;
43.5
καλούμενος δὲ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτόν, εἰπὼν εὔηθες εὔηθες Aelian, Var. Hist. xiii. 38: εὐήθη. εἶναι τὸν δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.