Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
43.6 εἰπόντος δέ τινος, οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σεαυτοῦ κρίσιν; ἐγὼ μέν, ἔφη, οὐδὲ τῇ μητρί, μή πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς.
43.7 ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ, δείξωμεν οὖν αὐτοῖς, εἶπεν, ὅτι ζῶμεν · καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.

Λαμάχου

44.1 Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτόντι· τοῦ δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν, οὐκ ἔστιν, εἶπεν, ἐν πολέμῳ δὶς ἁμαρτεῖν.

Ἰφικράτους

45.1 Ἰφικράτης, δοκῶν υἱὸς εἶναι σκυτοτόμου, κατεφρονεῖτο· δόξαν δὲ τότε πρῶτον ἔσχεν ὅτε τραυματίας τραυματίας] ναυμαχίας οὔσης or ἐν ναυμαχιᾳ is suggested by Bernardakis, but ναυμαχῶν, from Ulpian on Demosthen. Contra Midiam, would be simpler. Some mss. have τραυματίαν and one τρασμένος (i.e. τετραυματισμένος = τραυματίας). πολέμιον ἄνδρα μετὰ τῶν ὅπλων ζῶντα συναρπάσας εἰς τὴν ἑαυτοῦ τριήρη μετήνεγκεν.
45.2 ἐν δὲ φιλίᾳ καὶ συμμάχῳ χώρᾳ στρατοπεδεύων καὶ χάρακα βαλλόμενος καὶ τάφρον ὀρύττων ἐπιμελῶς πρὸς τὸν εἰπόντα τί γὰρ φοβούμεθα; χειρίστην ἔφησε στρατηγοῦ φωνὴν εἶναι τὴν οὐκ ἂν προσεδόκησα.
45.3 παραταττόμενος δὲ τοῖς βαρβάροις ἔφη δεδιέναι μὴ τὸν Ἰφικράτην οὐκ ἴσασιν, ᾧ καταπλήττεται τοὺς ἄλλους πολεμίους.
45.4 κρινόμενος δὲ θανάτου, πρὸς τὸν συκοφάντην , οἷα ποιεῖς, ὦ ἄνθρωπε, εἶπε, πολέμου περιεστῶτος, τὴν πόλιν περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετʼ ἐμοῦ.
45.5 πρὸς δὲ Ἁρμόδιον τὸν τοῦ παλαιοῦ Ἁρμοδίου ἀπόγονον, εἰς δυσγένειαν αὐτῷ λοιδορούμενον, ἔφη, τὸ μὲν ἐμὸν ἀπʼ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.
45.6 ῥήτορος δέ τινος ἐπερωτῶντος αὐτὸν ἐν ἐκκλησίᾳ, τίς ὢν μέγα φρονεῖς; πότερον ἱππεὺς ἢ ὁπλίτης ἱππεὺς ἢ ὁπλίτης Stobaeus, Florilegium, liv. 52: ἱππεὺς. Cf. Moralia, 440 b. ἢ τοξότης ἢ πελταστής ἢ πελταστής Bernardakis: ἢ πελταστὴς ἢ πεζός or ἢ πεζὸς ἢ πελταστής; but it is not imperative that such readings be always consistent!; οὐδείς, ἔφη, τούτων, ἀλλʼ ὁ πᾶσι τούτοις ἐπιστάμενος ἐπιτάττειν.

Τιμοθέου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme