Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
50.17 μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο· τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας οὐ παύσει τις εἶπε τοῦτον ἀσχημονοῦντα;
50.18 τῶν δὲ μελλόντων συναποθνήσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος οὐκ ἀγαπᾷς εἶπεν ὦ Θούδιππε μετὰ Φωκίωνος ἀποθανούμενος;
50.19 ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης, ἐρωτηθεὶς εἴ τι λέγει πρὸς τὸν υἱόν ἐγώ σε εἶπεν ἐντέλλομαι καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.

Πεισιστράτου

51.1 Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων δὲ ἐκείνων τί βούλεται, πείσας ὑμᾶς εἶπεν ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν, διὰ τοῦτο ἀφῖγμαι συνεσκευασμένος.
51.2 διαβληθείσης δὲ τῆς μητρὸς πρὸς αὐτόν, ὡς ἐρᾷ τινος νεανίσκου καὶ κρύφα σύνεστι φοβουμένῳ καὶ παραιτουμένῳ τὰ πολλά, καλέσας ἐπὶ δεῖπνον τὸν νεανίσκον ἠρώτησε δειπνήσαντα πῶς γέγονεν· ἡδέως δὲ φήσαντος, ταῦτά σοι ἔφη καθʼ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί μου ἀρέσκῃς
51.3 ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπʼ αὐτὸν ὑπὸ τῆς γυναικὸς ἂν τοὺς φιλοῦντας εἶπε μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας; καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.
51.4 κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθʼ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, ὑμεῖς μέν ἔφη πειρᾶσθε σωφρονεῖν τὸ λοιπόν· ἡ δʼ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.
51.5 τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος, διαπυνθανομένων μή τι μεμφόμενος αὐτοὺς εἴη, ἥκιστα εἶπεν ἀλλʼ ἐπαινῶν καὶ βουλόμενος ἑτέρους μοι παῖδας τοιούτους γενέσθαι.

Δημητρίου τοῦ Φαληρέως

52.1 Δημήτριος ὁ Φαληρεὺς Πτολεμαίῳ τῷ βασιλεῖ παρῄνει τὰ περὶ βασιλείας καὶ ἡγεμονίας βιβλία κτᾶσθαι καὶ ἀναγινώσκειν· ἃ γὰρ οἱ φίλοι τοῖς βασιλεῦσιν οὐ θαρροῦσι παραινεῖν, ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται.

Λυκούργου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme