Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
50.11 λόγου δὲ περὶ τῆς Ἀλεξάνδρου τελευτῆς ἐμπεσόντος ἀδεσπότου, καὶ τῶν ῥητόρων ἀναπηδώντων εὐθὺς ἐπὶ τὸ βῆμα καὶ μὴ μέλλειν ἀλλὰ πολεμεῖν ἤδη κελευόντων, ὁ Φωκίων ἠξίου περιμεῖναι καὶ γνῶναι βεβαίως. εἰ γὰρ τήμερον, ἔφη, τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην εἰς τρίτην Wyttenbach from the Life of Phocion, chap. xxii.: εἰσέτι. τεθνηκώς.
50.12 τοῦ δὲ Λεωσθένους εἰς τὸν πόλεμον ἐμβαλόντος τὴν πόλιν ἐλπίσι λαμπραῖς πρὸς τὸ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς ἡγεμονίας ἐπαιρομένην, τοὺς λόγους αὐτοῦ ταῖς κυπαρίττοις ἀπείκαζε· καλοὶ γὰρ ὄντες ἔφη καὶ ὑψηλοὶ καρπὸν οὐκ ἔχουσι. κατωρθωμένων δὲ τῶν πρώτων καὶ τῆς πόλεως εὐαγγέλια θυούσης, ἐρωτηθεὶς εἰ ταῦτα ἤθελεν αὑτῷ αὑτῷ F.C.B. from the Life of Phocion, chap. xxiii.; αὐτῷ Wyttenbach: οὕτω. πεπρᾶχθαι, πεπρᾶχθαι μὲν οὖν, ἔφη, ταῦτα, βεβουλεῦσθαι δὲ ἐκεῖνα.
50.13 τῇ δὲ Ἀττικῇ τῶν Μακεδόνων προσβαλόντων καὶ πορθούντων τὴν παραλίαν, ἐξήγαγε. τοὺς ἐν ἡλικίᾳ· πολλῶν δὲ συντρεχόντων πρὸς αὐτὸν καὶ παρεγκελευομένων ἐκεῖνον τὸν λόφον καταλαβεῖν, ἐνταῦθα τάξαι τὴν δύναμιν, ὦ Ἡράκλεις, εἶπεν, ὡς πολλοὺς ὁρῶ στρατηγούς, στρατιώτας δὲ ὀλίγους οὐ μὴν ἀλλὰ συμβαλὼν ἐκράτησε καὶ διέφθειρε Μικίωνα Μικίωνα] the Life of Phocion, chap. xxv.: Νικίωνα. τὸν ἄρχοντα τῶν Μακεδόνων.
50.14 μετʼ ὀλίγον δὲ χρόνον οἱ μὲν Ἀθηναῖοι τῷ πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπʼ Ἀντιπάτρου Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος, ἀγανακτήσας εἶπε μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν ἐφʼ ᾗ λήψεται νῦν τότε μὴ δεξάμενος.
50.15 Ἀντίπατρος δʼ ἔφη, ὡς δυοῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.
50.16 ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτόν, οὐ δύνασαι, εἶπεν, Ἀντίπατρε, καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme