Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
52.1 Δημήτριος ὁ Φαληρεὺς Πτολεμαίῳ τῷ βασιλεῖ παρῄνει τὰ περὶ βασιλείας καὶ ἡγεμονίας βιβλία κτᾶσθαι καὶ ἀναγινώσκειν· ἃ γὰρ οἱ φίλοι τοῖς βασιλεῦσιν οὐ θαρροῦσι παραινεῖν, ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται.

Λυκουρ́γου

53.1 Λυκοῦργος ὁ Λακεδαιμόνιος εἴθισε τοὺς πολίτας κομᾶν λέγων ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.
53.2 πρὸς δὲ τὸν κελεύοντα ποιεῖν ἐν τῇ πόλει δημοκρατίαν σὺ πρῶτος, εἶπεν. ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.
53.3 ἐκέλευε δὲ τὰς οἰκίας ποιεῖν ἀπὸ πρίονος καὶ πελέκεως μόνον αἰσχύνεσθαι αἰσχύνεσθαι] αἰσχυνεῖσθαι Hartman and S. A. Naber; but the Life of Lycurgus, chap. xiii. suggests that the present is right. γὰρ εἰς οἰκίας λιτὰς ἐκπώματα καὶ στρώματα καὶ τραπέζας πολυτελεῖς εἰσφέροντας.
53.4 πυγμὴν δὲ καὶ παγκράτιον ἀγωνίζεσθαι ἐκώλυσεν, ἵνα μηδὲ παίζοντες ἀπαυδᾶν ἐθίζωνται.
53.5 στρατεύειν δὲ πολλάκις ἐπὶ τοὺς αὐτοὺς ἐκώλυσεν, ὅπως μὴ ποιῶσι μαχιμωτέρους. ὕστερον γοῦν τοῦ Ἀγησιλάου τρωθέντος, ὁ Ἀνταλκίδας εἶπεν καλὰ διδασκάλια παρὰ Θηβαίων λαμβάνειν αὐτὸν ἐθίσαντα καὶ διδάξαντα πολεμεῖν ἄκοντας.

Χαρίλλου

54.1 Χάριλλος ὁ βασιλεὺς ἐρωτηθεὶς διὰ τί νόμους ὀλίγους οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν.
54.2 τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ναὶ ναὶ Cobet: νὴ. τὼ σιώ, εἶπε, κατέκτανον ἄν τυ, αἰ ἄν τυ, αἰ Cobet: τεῦ εἰ. μὴ ὠργιζόμαν.
54.3 πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ἀδαπανώτατος οὗτός ἐστι.

Τηλέκλου

55.1 Τήλεκλος ὁ βασιλεὺς πρὸς τὸν ἀδελφὸν ἐγκαλοῦντα τοῖς πολίταις ὡς ἀγνωμονέστερον αὐτῷ προσφερομένοις ἢ ἐκείνῳ, σὺ γάρ, εἶπεν, οὐκ οἶδας ἀδικεῖσθαι.

Θεοπόμπου

56.1 Θεόπομπος ἔν τινι πόλει πρὸς τὸν ἐπιδεικνύμενον τὸ τεῖχος αὐτῷ καὶ πυνθανόμενον, εἰ δοκεῖ καλὸν καὶ ὑψηλὸν εἶναι, οὐ δὴ γυναικῶν; οὐ δὴ γυναικών F.C.B. from Moralia, 212 e, 215 d, 230 c (γυναικών also S. A. Naber): οὐ δεῖ, or οὐδ’ εἰ, γυναικῶν. εἶπεν.

Ἀρχιδάμου

57.1 Ἀρχίδαμος, ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῶν συμμάχων ἀξιούντων ὁρίσαι τοὺς φόρους αὐτοῖς, εἶπεν, ὁ πόλεμος οὐ τεταγμένα σιτεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme