Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch

ΒρασίδουProbably the genitive of all these Doric names should end in α, but the mss. do not show any consistency or uniformity which might serve as a guide.

58.1 Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, οὐδὲν οὕτως, ἔφη, μικρόν ἐστιν, ὃ μὴ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.
58.2 ἐν δὲ μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας ἐξελκύσας Moralia 219 c: ἑλκύσας. αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινεν ἐπερωτηθεὶς δὲ πῶς ἐτρώθη, προδούσης με τῆς ἀσπίδος, εἶπεν.
58.3 ἐπειδὴ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ, πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας μὲν γὰρ ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω κάρρονας.

Ἄγιδος

59.1 Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.
59.2 ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.
59.3 ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, τί δέ, εἶπε, ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ; ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη, τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;
59.4 πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν, ὁ τὶν τὶν Cobet: τύνη. ἀνομοιότατος.
59.5 ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ οἱ (not in the mss.) is found in the other quotations of the passage. Λακεδαιμόνιοι, ὅσοι, εἶπεν, ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.
59.6 Καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, πολλοί σοι, ἔφη, δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους.

Λυσάνδρου

60.1 Λύσανδρος, Διονυσίου τοῦ τυράννου πέμψαντος ἱμάτια ταῖς θυγατράσιν αὐτοῦ τῶν πολυτελῶν, οὐκ ἔλαβεν, εἰπὼν δεδιέναι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme