61.12
ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαθὰν μηδὲ μιμηλὰν ποιήσασθαι τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖόν ἐστιν· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.
Ἀρχιδάμου τοῦ Ἁγησιλάου
62.1
Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.
Ἄδιδος τοῦ νεωτέρου
63.1
ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν ἔφη μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.
63.2
τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.
Κλεομένους
64.1
Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι μὴ σύ γε εἶπεν ἀλλὰ δός μοι τοὺς κατακτέννοντας ἐν τῷ μάχεσθαι.
Παιδαρήτου
65.1
Παιδάρητος Παιδάρητος*: παιδάρετος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.
Δαμωνίδου
66.1
Δαμωνίδας δὲ ταχθεὶς εἰς τὴν τελευταίαν τοῦ χοροῦ τάξιν ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος εὖγε εἶπεν ἐξεῦρες, πῶς καὶ αὐτὸς ὁ τόπος ὁ τόπος* ἔντιμος γένηται.
Νικοστράτου
67.1
Νικόστρατος ὁ τῶν Ἀργείων στρατηγὸς ὑπὸ Ἀρχιδάμου χωρίον τι προδοῦναι παρακαλούμενος ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ Λακαίνης, ἣν βούλεται, δίχα τῶν βασιλικῶν , ἀπεκρίνατο μὴ εἶναι τὸν Ἀρχίδαμον ἀφʼ Ἡρακλέους· τὸν μὲν γὰρ Ἡρακλέα περιιόντα τοὺς κακοὺς κολάζειν, Ἀρχίδαμον δὲ τοὺς ἀγαθοὺς κακοὺς ποιεῖν.
Ἐυδαμίδου
68.1
Εὐδαμίδας Εὐδαμίδας X: εὐδαιμονίδας ἰδὼν ἐν Ἀκαδημείᾳ Ἀκαδημείᾳ*: ἀκαδημίᾳ Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, πότε οὖν εἶπεν αὐτῇ χρήσεται;
68.2
πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος, ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος ἔφη θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται. περισεσάλπγκται Stob. 54, 65
Ἀντιόχου