60.2
πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πολλὰ πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους, ἔλεγεν ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.
60.3
πρὸς δὲ Ἀργείους δικαιότερα τῶν Λακεδαιμονίων λέγειν περὶ τῆς ἀμφισβητουμένης χώρας δοκοῦντας, σπασάμενος τὴν μάχαιραν, ὁ ταύτης, ταύτης] ταύτῃ Pantazides. ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.
60.4
τοὺς δὲ Λακεδαιμονίους ὁρῶν ὀκνοῦντας προσμάχεσθαι τοῖς τείχεσι τῶν Κορινθίων, ὡς εἶδε λαγὼν ἐξαλλόμενον ἐκ τῆς τάφρου, τοιούτους, ἔφη, φοβεῖσθε πολεμίους, ὧν οἱ λαγοὶ διʼ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;
60.5
Μεγαρέως δὲ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπε, πόλεως δέονται.
Ἀγησιλάου
61.1
Ἀγησίλαος ἔλεγε τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακοὺς εἶναι, δούλους δὲ ἀγαθούς.
61.2
εἰθισμένων δὲ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ δαὶ (cf. Moralia 213 c) Hatzidakis: δὲ. ἐκεῖνος, εἶπεν, ἐμοῦ μείζων, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;
61.3
περὶ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα βελτίων, οὐδὲν ἀνδρείας, ἔφη, χρῄζομεν, ἐὰν πάντες ὦμεν δίκαιοι.
61.4
νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον διʼ ἀσθένειαν καὶ δακρύοντα, χαλεπόν, εἶπεν, ἅμα ἐλεεῖν καὶ φρονεῖν.
61.5
Μενεκράτους δὲ τοῦ ἰατροῦ Διὸς προσαγορευομένου, γράψαντος ἐπιστολὴν πρὸς αὐτόν, Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψεν, βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.
61.6
Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς συμμάχους ἐν Κορίνθῳ, πυθόμενος τὸ πλῆθος τῶν πολεμίων νεκρῶν, φεῦ τᾶς Ἑλλάδος, εἶπεν, ἃ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν ἅπαντας.
61.7
χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν ἤθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος ἠρώτησε τὸν θεὸν εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.