Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
69.1 Ἀντίοχος ἐφορεύων, ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ τὸ κρατεῖν αὐτοῖς μαχομένοις περὶ τῆς χώρας ἔδωκεν

Ἀνταλκίδου

70.1 Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους μόνοι γοῦν εἶπεν ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.
70.2 ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν , ἡμεῖς δὲ οὐδέποτε εἶπεν ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.
70.3 σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη τίς γὰρ αὐτὸν ψέγει;

Ἐπαμεινώνδου

71.1 Ἐπαμεινώνδου Ἐπαμεινώνδου hic et infra *: ἐκαμινώνδου τοῦ Θηβαίου στρατηγοῦντος, οὐδέποτε πανικὸς θόρυβος ἐνέπεσεν εἰς τὸ στρατόπεδον.
71.2 ἔλεγε δὲ τὸν ἐν πολέμῳ θάνατον εἶναι κάλλιστον,
71.3 τῶν δὲ ὁπλιτῶν δεῖν ἀπέφαινεν εἶναι τὸ σῶμα γεγυμνασμένον οὐκ ἀθλητικῶς μόνον ἀλλὰ καὶ στρατιωτικῶς· διὸ καὶ τοῖς πολυσάρκοις ἐπολέμει, καί τινα τοιοῦτον ἀπήλασε τῆς στρατιᾶς εἰπὼν ὅτι μόλις αὐτοῦ σκέπουσι τὴν γαστέρα ἀσπίδες τρεῖς ἢ τέσσαρες, διʼ ἣν οὐχ ἑώρακεν αὑτοῦ τὸ αἰδοῖον.
71.4 οὕτω δὲ ἦν εὐτελὴς περὶ τὴν δίαιταν, ὥστε κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ γείτονος εὑρὼν πεμμάτων καὶ ὄψων καὶ μύρων παρασκευὴν ἀπῆλθεν εὐθύς, εἰπών ἐγώ σε θύειν ᾠόμην οὐχ ὑβρίζειν.
71.5 τοῦ δὲ μαγείρου τοῖς συνάρχουσιν ἡμερῶν τινων δαπάνην ἀπολογιζομένου, πρὸς μόνον ἠγανάκτησε τὸ πλῆθος τοῦ ἐλαίου· θαυμασάντων δὲ τῶν συναρχόντων, οὐ τὸ τῆς δαπάνης ἔφη λυπεῖν αὐτόν , ἀλλʼ εἰ τοσοῦτον ἔλαιον ἐντὸς παραδέδεκται τοῦ σώματος.
71.6 ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ὅπως εἶπεν ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.
71.7 ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων, τοῦ μὲν Πελοπίδα παρακαλοῦντος οὐκ ἀφῆκε, τῆς δʼ ἐρωμένης δεηθείσης ἀφῆκεν, εἰπὼν ὅτι τοιαῦτα πρέπει λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme