Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
61.8 παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς Ἱδριέως, Ἱδριέως Xylander (from Moralia, 209 e, and Life of Agesilaus, chap. xiii.): ἰκριέως or ἰκαριέως. ἔγραψε πρὸς αὐτόν, Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.
61.9 τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος, αὐτᾶς, εἶπεν, ἄκουκα πολλάκις.
61.10 μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι, καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον· ὁ δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ τῆς αὔριον κυρίους εἶναι.
61.11 ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετʼ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας παρατάξας] παρέταξε Hartman. τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἴσοις E. Kurtz (from Moralia, 215 a): ἴσοι. ἀγωνισάμενος ἐνίκησεν. ἀγωνισάμενος ἐνίκησεν Hatzidakis and F.C.B. (from Moralia, 215 a): ἀγωνισάμενοι ἐνίκησαν.
61.12 ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαστὰν πλαστὰν the reading elsewhere (cf. note b): πλαθὰν. μηδὲ μιμηλὰν ποιήσασθαι, τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἐστιν ἔστιν] ἔσται Hatzidakis from Moralia, 215 a, perhaps rightly.· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.

Ἀρχιδάμου τοῦ Ἀγησιάλου

62.1 Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.

Ἄγιδος τοῦ Νεωτέρου

63.1 ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν, ἔφη, μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.
63.2 τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.

Κλεομένους

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme