64.1
Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι, μὴ σύ γε, εἶπεν, ἀλλὰ δός μοι τοὺς κατακτείνοντας ἐν τῷ μάχεσθαι.
Παιδαρήτου
65.1
Παιδάρητος Παιδάρητος in Moralia, 231 b, and Life of Lycurgus, chap. xxv. The mss. of Thucydides viii. give Πεδάριτος: παιδάρετος. οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.
Δαμωνίδου
66.1
Δαμωνίδας δὲ ταχθεὶς εἰς τὴν τελευταίαν τοῦ χοροῦ τάξιν ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος, εὖγε, εἶπεν, ἐξεῦρες πῶς καὶ αὕτη αὕτη F.C.B. from Moralia, 149 a, where the mss. have a similar error: αὐτός, probably due to ἔντιμος: οὗτος Pantazides, ὁ τόπος Bernardakis would add. ἔντιμος γένηται.ʼ
Νικοστράτου
67.1
Νικόστρατος ὁ τῶν Ἀργείων στρατηγὸς ὑπὸ Ἀρχιδάμου χωρίον τι προδοῦναι παρακαλούμενος ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ Λακαίνης ἣν βούλεται δίχα τῶν βασιλικῶν, ἀπεκρίνατο μὴ εἶναι τὸν Ἀρχίδαμον ἀφʼ Ἡρακλέους· τὸν μὲν γὰρ Ἡρακλέα περιιόντα τοὺς κακοὺς κολάζειν, Ἀρχίδαμον δὲ τοὺς ἀγαθοὺς κακοὺς ποιεῖν.
Ἐυδαμίδου
68.1
Εὐδαμίδας Εὐδαμίδας Xylander from Moralia, 220 d: εὐδαιμονίδας. ἰδὼν ἐν Ἀκαδημείᾳ Ἀκαδημείᾳ the better spelling: ἀκαδημίᾳ. Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, πότε οὖν, εἶπεν, αὐτῇ χρήσεται;
68.2
πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος, ἔφη, θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται. περισεσάλπιγκται Stobaeus, Florilegium, liv. 65.
Ἀντιόχου
69.1
Ἀντίοχος ἐφορεύων, ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ τὸ κρατεῖν αὐτοῖς μαχομένοις περὶ τῆς χώρας ἔδωκεν.
Ἀνταλκίδου
70.1
Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.
70.2
ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δὲ οὐδέποτε, εἶπεν, ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.